# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 3.11-4-19

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 3.11 to 3.19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/3.11-4

ταῦτά με ἐνθυμούμενον, ταῦτα γράφοντα, ταῦτα ἀναγιγνώσκοντα καταλάβοι ὁ θάνατος. ἀλλʼ ἡ μήτηρ μου τὴν κεφαλὴν νοσοῦντος οὐ κρατήσει. — ἄπιθι τοίνυν πρὸς τὴν μητέρα· ἄξιος γὰρ εἶ τὴν κεφαλὴν κρατούμενος νοσεῖν. — ἀλλʼ ἐπὶ κλιναρίου κομψοῦ ἐν οἴκῳ κατεκείμην. — ἄπιθί σου ἐπὶ τὸ κλινάριον· ἢ ὑγιαίνων ἄξιος εἶ ἐπὶ τοιούτου κατακεῖσθαι. μὴ τοίνυν ἀπόλλυε, ἃ δύνασαι ἐκεῖ ποιεῖν. ἀλλʼ ὁ Σωκράτης τί λέγει; ὥσπερ ἄλλος τις, φησίν, χαίρει τὸν ἀγρὸν τὸν αὑτοῦ ποιῶν κρείσσονα, ἄλλος τὸν ἵππον, οὕτως ἐγὼ καθʼ ἡμέραν χαίρω παρακολουθῶν ἐμαυτῷ βελτίονι γινομένῳ. — πρὸς τί; μή τι πρὸς λεξείδια; — ἄνθρωπε, εὐφήμει. — μή τι πρὸς θεωρημάτια; — τί ποιεῖς; — καὶ μὴν οὐ βλέπω, τί ἐστιν ἄλλο, περὶ ὃ ἀσχολοῦνται οἱ φιλόσοφοι. — οὐδέν σοι δοκεῖ εἶναι τὸ μηδέποτε ἐγκαλέσαι τινί, μὴ θεῷ, μὴ ἀνθρώπῳ· μὴ μέμψασθαι μηδένα· τὸ αὐτὸ πρόσωπον ἀεὶ καὶ ἐκφέρειν καὶ εἰσφέρειν; ταῦτα ἦν, ἃ ᾔδει ὁ Σωκράτης, καὶ ὅμως οὐδέποτε εἶπεν, ὅτι οἶδέν τι ἢ διδάσκει. εἰ δέ τις λεξείδια ᾔτει ἢ θεωρημάτια, ἀπῆγεν πρὸς Πρωταγόραν, πρὸς Ἱππίαν. καὶ γὰρ εἰ λάχανά τις ζητῶν ἐλήλυθεν, πρὸς τὸν κηπουρὸν ἂν αὐτὸν ἀπήγαγεν· τίς οὖν ὑμῶν ἔχει ταύτην τὴν ἐπιβολήν; ἐπεί τοι εἰ εἴχετε, καὶ ἐνοσεῖτε ἂν ἡδέως καὶ ἐπεινᾶτε καὶ ἀπεθνῄσκετε. εἴ τις ὑμῶν ἠράσθη κορασίου κομψοῦ, οἶδεν ὅτι ἀληθῆ λέγω.

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
