# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 3.11-6-14

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 3.11 to 3.14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/3.11-6

τί κωλύει πυρέσσοντα κατὰ φύσιν ἔχειν τὸ ἡγεμονικόν; ἐνθάδʼ ὁ ἔλεγχος τοῦ πράγματος, ἡ δοκιμασία τοῦ φιλοσοφοῦντος. μέρος γάρ ἐστι καὶ τοῦτο τοῦ βίου, ὡς περίπατος, ὡς πλοῦς, ὡς ὁδοιπορία, οὕτως καὶ πυρετός. μή τι περιπατῶν ἀναγιγνώσκεις; — οὔ. — οὕτως οὐδὲ πυρέσσων. ἀλλʼ ἂν καλῶς περιπατῇς, ἔχεις τὸ τοῦ περιπατοῦντος· ἂν καλῶς πυρέξῃς, ἔχεις τὰ τοῦ πυρέσσοντος. τί ἐστι καλῶς πυρέσσειν; μὴ θεὸν μέμψασθαι, μὴ ἄνθρωπον, μὴ θλιβῆναι ὑπὸ τῶν γινομένων, εὖ καὶ καλῶς προσδέχεσθαι τὸν θάνατον, ποιεῖν τὰ προστασσόμενα· ὅταν ὁ ἰατρὸς εἰσέρχηται, μὴ φοβεῖσθαι, τί εἴπῃ, μηδʼ ἂν εἴπῃ κομψῶς ἔχεις, ὑπερχαίρειν· τί γάρ σοι ἀγαθὸν εἶπεν; ὅτε γὰρ ὑγίαινες, τί σοι ἦν ἀγαθόν; μηδʼ ἂν εἴπῃ κακῶς ἔχεις, ἀθυμεῖν· τί γάρ ἐστι τὸ κακῶς ἔχειν; ἐγγίζειν τῷ διαλυθῆναι τὴν ψυχὴν ἀπὸ τοῦ σώματος. τί οὖν δεινόν ἐστιν; ἐὰν νῦν μὴ ἐγγίσῃς, ὕστερον οὐκ ἐγγιεῖς; ἀλλὰ ὁ κόσμος μέλλει ἀνατρέπεσθαι σοῦ ἀποθανόντος;

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
