# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 3.117-118

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 3.117 to 3.118. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/3.117

ἂν δʼ ἅπαξ περιποιήσῃ τὸ ἄλυπον καὶ ἄφοβον, ἔτι σοι τύραννος ἔσται τις ἢ δορυφόρος ἢ Καισαριανοὶ ἢ ὀρδινατίων δήξεταί σε ἢ οἱ ἐπιθύοντες ἐν τῷ Καπιτωλίῳ ἐπὶ τοῖς ὀπτικίοις τὸν τηλικαύτην ἀρχὴν παρὰ τοῦ Διὸς εἰληφότα; μόνον μὴ πόμπευε αὐτὴν μηδʼ ἀλαζονεύου ἐπʼ αὐτῇ, ἀλλʼ ἔργῳ δείκνυε· κἂν μηδεὶς αἰσθάνηται, ἀρκοῦ αὐτὸς ὑγιαίνων καὶ εὐδαιμονῶν.

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
