# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 3.12-2-16

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 3.12 to 3.16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/3.12-2

οὕτως καὶ οἱ ἰατροὶ τοὺς μακρονοσοῦντας ἐκπέμπουσιν εἰς ἄλλην χώραν καὶ ἄλλον ἀέρα καλῶς ποιοῦντες. καὶ ὑμεῖς ἀντεισαγάγετε ἄλλα ἔθη· πήξατε ὑμῶν τὰς ὑπολήψεις, ἐναθλεῖτε αὐταῖς. οὔ· ἀλλʼ ἔνθεν ἐπὶ θεωρίαν, εἰς μονομαχίαν, εἰς ξυστόν, εἰς κίρκον· εἶτʼ ἐκεῖθεν ὧδε καὶ πάλιν ἔνθεν ἐκεῖ οἱ αὐτοί. καὶ ἔθος κομψὸν οὐδέν, οὔτε προσοχὴ οὔτʼ ἐπιστροφὴ ἐφʼ αὑτὸν καὶ παρατήρησις πῶς χρῶμαι ταῖς προσπιπτούσαις φαντασίαις; κατὰ φύσιν ἢ παρὰ φύσιν; πῶς ἀποκρίνωμαι πρὸς αὐτάς; ὡς δεῖ ἢ ὡς οὐ δεῖ; ἐπιλέγω τοῖς ἀπροαιρέτοις, ὅτι οὐδὲν πρὸς ἐμέ; εἰ γὰρ μήπω οὕτως ἔχητε, φεύγετε ἔθη τὰ πρότερον, φεύγετε τοὺς ἰδιώτας, εἰ θέλετε ἄρξασθαί ποτέ τινες εἶναι.

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
