# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 3.12-14

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 3.12 to 3.14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/3.12

ταῦτα περισκεψάμενος, εἴ σοι δοκεῖ, προσέρχου, εἰ θέλεις ἀντικαταλλάξασθαι τούτων ἀπάθειαν, ἐλευθερίαν, ἀταραξίαν. εἰ δὲ μή, μὴ πρόσαγε, μὴ ὡς τὰ παιδία νῦν μὲν φιλόσοφος, ὕστερον δὲ τελώνης, εἶτα ῥήτωρ, εἶτα ἐπίτροπος Καίσαρος. ταῦτα οὐ συμφωνεῖ· ἕνα σε δεῖ ἄνθρωπον εἶναι ἢ ἀγαθὸν ἢ κακόν· ἢ τὸ ἡγεμονικόν σε δεῖ ἐξεργάζεσθαι τὸ σαυτοῦ ἢ τὰ ἐκτός· ἢ περὶ τὰ ἔσω φιλοπονεῖν ἢ περὶ τὰ ἔξω· τοῦτʼ ἔστι φιλοσόφου στάσιν ἔχειν ἢ ἰδιώτου. Ῥούφῳ τις ἔλεγεν Γάλβα σφαγέντος ὅτι νῦν προνοίᾳ ὁ κόσμος διοικεῖται;· ὁ δὲ μὴ παρέργως ποτʼ, ἔφη, ἀπὸ Γάλβα κατεσκεύασα, ὅτι προνοίᾳ ὁ κόσμος διοικεῖται;

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
