Ancient Greek
Book 3, πρὸς τοὺς τὴν ἀπορίαν δεδοικότας.
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 3.13-3
Not analysed yet
οὕτως σὺ ζῆθι καὶ μὴ παύσῃ μηδέποτε, ὅστις ὀνόματι μόνον πρὸς φιλοσοφίαν προσῆλθες καὶ τὰ θεωρήματα αὐτῆς ὅσον ἐπὶ σοὶ κατῄσχυνας ἄχρηστα ἐπιδείξας καὶ ἀνωφελῆ τοῖς ἀναλαμβάνουσιν· οὐδέποτε δʼ εὐσταθείας ὠρέχθης, ἀταραξίας, ἀπαθείας· οὐδένα τούτου ἕνεκα ἐθεράπευσας, συλλογισμῶν δʼ ἕνεκα πολλούς· οὐδέποτε τούτων τινὰ τῶν φαντασιῶν διεβασάνισας αὐτὸς ἐπὶ σεαυτοῦ δύναμαι φέρειν ἢ οὐ δύναμαι; τί μοι τὸ λοιπόν ἐστιν; ,