# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 3.14-23

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 3.14 to 3.23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/3.14

ἀλλʼ ὡς πάντων ἐχόντων σοι καλῶς καὶ ἀσφαλῶς περὶ τὸν τελευταῖον κατεγίνου τόπον, τὸν τῆς ἀμεταπτωσίας, ἵνʼ ἀμετάπτωτα σχῇς τίνα; τὴν δειλίαν, τὴν ἀγέννειαν, τὸν θαυμασμὸν τῶν πλουσίων, τὴν ἀτελῆ ὄρεξιν, τὴν ἀποτευκτικὴν ἔκκλισιν· περὶ τῆς τούτων ἀσφαλείας ἐφρόντιζες. οὐκ ἔδει προσκτήσασθαι πρῶτον ἐκ τοῦ λόγου, εἶτα τούτῳ περιποιεῖν τὴν ἀσφάλειαν; καὶ τίνα πώποτʼ εἶδες τριγχὸν περιοικοδομοῦντα μηδενὶ τειχίον περιβαλλόμενον αὐτὸ αὐτοῦ; ποῖος δὲ θυρωρὸς καθίσταται ἐπὶ οὐδεμιᾷ θύρᾳ; ἀλλὰ σὺ μελετᾷς ἀποδεικνύειν δύνασθαι· τίνα; μελετᾷς μὴ ἀποσαλεύεσθαι διὰ σοφισμάτων· ἀπὸ τίνων; δεῖξόν μοι πρῶτον, τί τηρεῖς, τί μετρεῖς ἢ τί ἱστάνεις· εἶθʼ οὕτως ἐπιδείκνυε τὸν ζυγὸν ἢ τὸν μέδιμνον. ἢ μέχρι τίνος μετρήσεις τὴν σποδόν; οὐ ταῦτά σε ἀποδεικνύειν δεῖ, ἃ ποιεῖ τοὺς ἀνθρώπους εὐδαίμονας, ἃ ποιεῖ προχωρεῖν αὐτοῖς τὰ πράγματα ὡς θέλουσιν, διʼ ἃ οὐ δεῖ μέμφεσθαι οὐδενί, ἐγκαλεῖν οὐδενί, πείθεσθαι τῇ διοικήσει τῶν ὅλων; ταῦτά μοι δείκνυε. ἰδοὺ δεικνύω, φησίν, ἀναλύσω σοι συλλογισμούς. τοῦτο τὸ μετροῦν ἐστιν, ἀνδράποδον· τὸ μετρούμενον δʼ οὐκ ἔστιν. διὰ ταῦτα νῦν τίνεις δίκας ὧν ἠμέλησας · τρέμεις, ἀγρυπνεῖς, μετὰ πάντων βουλεύῃ· κἂν μὴ πᾶσιν ἀρέσκειν μέλλῃ τὰ βουλεύματα, κακῶς οἴει βεβουλεῦσθαι. εἶτα φοβῇ λιμόν, ὡς δοκεῖς. σὺ δʼ οὐ λιμὸν φοβῇ, ἀλλὰ δέδοικας μὴ οὐ σχῇς μάγειρον, μὴ οὐ σχῇς ἄλλον ὀψωνητήν, ἄλλον τὸν ὑποδήσοντα, ἄλλον τὸν ἐνδύσοντα, ἄλλους τοὺς τρίψοντας, ἄλλους τοὺς ἀκολουθήσοντας, ἵνʼ ἐν τῷ βαλανείῳ ἐκδυσάμενος καὶ ἐκτείνας σεαυτὸν ὡς οἱ ἐσταυρωμένοι τρίβῃ ἔνθεν καὶ ἔνθεν, εἶθʼ ὁ ἀλείπτης ἐπιστὰς λέγῃ μετάβηθι, δὸς πλευρόν, κεφαλὴν αὐτοῦ λάβε, παράθες τὸν ὦμον, εἶτʼ ἐλθὼν ἐκ τοῦ βαλανείου εἰς οἶκον κραυγάσῃς οὐδεὶς φέρει φαγεῖν; , εἶτʼ ἆρον τὰς τραπέζας, σπόγγισον. τοῦτο φοβῇ, μὴ οὐ δύνῃ ζῆν ἀρρώστου βίον, ἐπεί τοι τὸν τῶν ὑγιαινόντων μάθε, πῶς οἱ δοῦλοι ζῶσιν, πῶς οἱ ἐργάται, πῶς οἱ γνησίως φιλοσοφοῦντες, πῶς Σωκράτης ἔζησεν, ἐκεῖνος μὲν καὶ μετὰ γυναικὸς καὶ παίδων, πῶς Διογένης, πῶς Κλεάνθης ἅμα σχολάζων καὶ ἀντλῶν.

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
