# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 3.19-3-23

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 3.19 to 3.23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/3.19-3

ἐγὼ οὖν, ἂν πλεύσητε ὑμεῖς, μέλλω καθήμενος κλαίειν ὅτι μόνος ἀπελείφθην καὶ ἔρημος οὕτως; οὐκ ὀστράκια ἕξω, οὐ σποδόν; ἀλλʼ ἐκεῖνα ὑπʼ ἀφροσύνης ταῦτα ποιεῖ, ἡμεῖς δʼ ὑπὸ φρονήσεως δυστυχοῦμεν; πᾶσα μεγάλη δύναμις ἐπισφαλὴς τῷ ἀρχομένῳ. φέρειν οὖν δεῖ τὰ τοιαῦτα κατὰ δύναμιν, ἀλλὰ κατὰ φύσιν . ἀλλʼ οὐχὶ τῷ φθισικῷ. μελέτησόν ποτε διαγωγὴν ὡς ἄρρωστος, ἵνα ποθʼ ὡς ὑγιαίνων διαγάγῃς. ἀσίτησον, ὑδροπότησον· ἀπόσχου ποτὲ παντάπασιν ὀρέξεως, ἵνα ποτὲ καὶ εὐλόγως ὀρεχθῇς. εἰ δʼ εὐλόγως, ὅταν ἔχῃς τι ἐν σεαυτῷ ἀγαθόν, εὖ ὀρεχθήσῃ. οὔ· ἀλλʼ εὐθέως ὡς σοφοὶ διάγειν ἐθέλομεν καὶ ὠφελεῖν ἀνθρώπους. ποίαν ὠφέλειαν; τί ποιεῖς; σαυτὸν γὰρ ὠφέλησας; ἀλλὰ προτρέψαι αὐτοὺς θέλεις. σὺ γὰρ προτέτρεψαι; θέλεις αὐτοὺς ὠφελῆσαι. δεῖξον αὐτοῖς ἐπὶ σεαυτοῦ, οἵους ποιεῖ φιλοσοφία, καὶ μὴ φλυάρει. ἐσθίων τοὺς συνεσθίοντας ὠφέλει, πίνων τοὺς πίνοντας, εἴκων πᾶσι, παραχωρῶν, ἀνεχόμενος, οὕτως αὐτοὺς ὠφέλει καὶ μὴ κατεξέρα αὐτῶν τὸ σαυτοῦ φλέγμα.

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
