Ancient Greek
3.25 to 3.34
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 3.25-34
Not analysed yet
ἄνθρωπος εἶ· τοῦτο δʼ ἐστὶ θνητὸν ζῷον χρηστικὸν φαντασίαις λογικῶς. τὸ δὲ λογικῶς τί ἐστιν; φύσει ὁμολογουμένως καὶ τελέως. τί οὖν ἐξαίρετον ἔχεις; τὸ ζῷον; οὔ. τὸ θνητόν; οὔ. τὸ χρηστικὸν φαντασίαις; οὔ. τὸ λογικὸν ἔχεις ἐξαίρετον· τοῦτο κόσμει καὶ καλλώπιζε· τὴν κόμην δʼ ἄφες τῷ πλάσαντι ὡς αὐτὸς ἠθέλησεν. ἄγε, τίνας ἄλλας ἔχεις προσηγορίας; ἀνὴρ εἶ ἢ γυνή; —ἀνήρ. —ἄνδρα οὖν καλλώπιζε, μὴ γυναῖκα. ἐκείνη φύσει λεία γέγονε καὶ τρυφερά· κἂν ἔχῃ τρίχας πολλάς, τέρας ἐστὶ καὶ ἐν τοῖς τέρασιν ἐν Ῥώμῃ δείκνυται. τοῦτο δʼ ἐπʼ ἀνδρός ἐστι τὸ μὴ ἔχειν· κἂν μὲν φύσει μὴ ἔχῃ, τέρας ἐστίν, ἂν δʼ αὐτὸς ἑαυτοῦ ἐκκόπτῃ καὶ ἀποτίλλῃ, τί αὐτὸν ποιήσωμεν; ποῦ αὐτὸν δείξωμεν καὶ τί προγράψωμεν; δείξω ὑμῖν ἄνδρα, ὃς θέλει μᾶλλον γυνὴ εἶναι ἢ ἀνήρ. ὦ δεινοῦ θεάματος· οὐδεὶς οὐχὶ θαυμάσει τὴν προγραφήν· νὴ τὸν Δία, οἶμαι ὅτι αὐτοὶ οἱ τιλλόμενοι οὐ παρακολουθοῦντες, ὅτι τοῦτʼ αὐτό ἐστιν, ὃ ποιοῦσιν, ποιοῦσιν. ἄνθρωπε, τί ἔχεις ἐγκαλέσαι σου τῇ φύσει; ὅτι σε ἄνδρα ἐγέννησεν; τί οὖν; πάσας ἔδει γυναῖκας γεννῆσαι; καὶ τί ἂν ὄφελος ἦν σοι τοῦ κοσμεῖσθαι; τίνι ἂν ἐκοσμοῦ, εἰ πάντες ἦσαν γυναῖκες; ἀλλʼ οὐκ ἀρέσκει σοι τὸ πραγμάτιον· ὅλον διʼ ὅλων αὐτὸ ποίησον· ἆρον —τί ποτʼ ἐκεῖνο; —τὸ αἴτιον τῶν τριχῶν· ποίησον εἰς ἅπαντα σαυτὸν γυναῖκα, ἵνα μὴ πλανώμεθα, μὴ τὸ μὲν ἥμισυ ἀνδρός, τὸ δʼ ἥμισυ γυναικός. τίνι θέλεις ἀρέσαι; τοῖς γυναικαρίοις; ὡς ἀνὴρ αὐτοῖς ἄρεσον. ναί· ἀλλὰ τοῖς λείοις χαίρουσιν. οὐκ ἀπάγξῃ; καὶ εἰ τοῖς κιναίδοις ἔχαιρον, ἐγένου ἂν κίναιδος; τοῦτό σοι τὸ ἔργον ἐστίν, ἐπὶ τοῦτο ἐγεννήθης, ἵνα σοι αἱ γυναῖκες αἱ ἀκόλαστοι χαίρωσιν; τοιοῦτόν σε θῶμεν πολίτην Κορινθίων, κἂν οὕτως τύχῃ, ἀστυνόμον ἢ ἐφήβαρχον ἢ στρατηγὸν ἢ ἀγωνοθέτην;