# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 3.33-2-39

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 3.33 to 3.39. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/3.33-2

ὁ δʼ Ὀδυσσεὺς ὅτε ναυαγὸς ἐξερρίφη, μή τι ἐταπείνωσεν αὐτὸν ἡ ἀπορία, μή τι ἐπέκλασεν; ἀλλὰ πῶς ἀπῄει πρὸς τὰς παρθένους αἰτήσων τὰ ἀναγκαῖα, ὧν αἴσχιστον εἶναι δοκεῖ δεῖσθαι παρʼ ἄλλου; ὥς τε λέων ὀρεσίτροφος. τίνι πεποιθώς; οὐ δόξῃ οὐδὲ χρήμασιν οὐδʼ ἀρχαῖς, ἀλλʼ ἀλκῇ τῇ ἑαυτοῦ, τοῦτʼ ἔστι δόγμασι περὶ τῶν ἐφʼ ἡμῖν καὶ οὐκ ἐφʼ ἡμῖν. ταῦτα γάρ ἐστι μόνα τὰ τοὺς ἐλευθέρους ποιοῦντα, τὰ τοὺς ἀκωλύτους, τὰ τὸν τράχηλον ἐπαίροντα τῶν τεταπεινομένων, τὰ ἀντιβλέπειν ποιοῦντα ὀρθοῖς τοῖς ὀφθαλμοῖς πρὸς τοὺς πλουσίους, πρὸς τοὺς τυράννους. καὶ τὸ τοῦ φιλοσόφου δῶρον τοῦτο ἦν, σὺ δʼ οὐκ ἐξελεύσῃ θαρρῶν, ἀλλὰ περιτρέμων τοῖς ἱματιδίοις καὶ τοῖς ἀργυρωματίοις; δύστηνε, οὕτως ἀπώλεσας τὸν μέχρι νῦν χρόνον; τί οὖν, ἂν νοσήσω;— νοσήσεις καλῶς. — τίς με θεραπεύσει; — ὁ θεός, οἱ φίλοι. — σκληρῶς κατακείσομαι. — ἀλλʼ ὡς ἀνήρ. — οἴκημα ἐπιτήδειον οὐχ ἕξω. — ἐν ἐπιτηδείῳ οὐ νοσήσεις; — τίς μοι ποιήσει τὰ τροφεῖα; — οἱ καὶ τοῖς ἄλλοις ποιοῦντες· ὡς Μάνης νοσήσεις. — τί δὲ καὶ τὸ πέρας τῆς νόσου; — ἄλλο τι ἢ θάνατος; ἆρʼ οὖν ἐνθυμῇ, ὅτι κεφάλαιον τοῦτο πάντων τῶν κακῶν τῷ ἀνθρώπῳ καὶ ἀγεννείας καὶ δειλίας οὐ θάνατός ἐστιν, μᾶλλον δʼ ὁ τοῦ θανάτου φόβος; ἐπὶ τοῦτον οὖν μοι γυμνάζου, ἐνταῦθα νευέτωσαν οἱ λόγοι πάντες, τὰ ἀσκήματα, τὰ ἀναγνώσματα, καὶ εἴσῃ, ὅτι οὕτως μόνως ἐλευθεροῦνται ἄνθρωποι.

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
