Ancient Greek
3.35 to 3.38
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 3.35-2-38
Not analysed yet
τοῦτο ἵνα γένηται, δεῖ τεθῆναι χίλια βάθρα καὶ παρακληθῆναι τοὺς ἀκουσομένους καὶ σὲ ἐν κομψῷ στολίῳ ἢ τριβωναρίῳ ἀναβάντα ἐπὶ πούλβινον διαγράφειν, πῶς Ἀχιλλεὺς ἀπέθανεν; παύσασθε, τοὺς θεοὺς ὑμῖν, καλὰ ὀνόματα καὶ πράγματα καταισχύνοντες, ὅσον ἐφʼ ἑαυτοῖς. οὐδὲν προτρεπτικώτερον ἢ ὅταν ὁ λέγων ἐμφαίνῃ τοῖς ἀκούουσιν ὅτι χρείαν αὐτῶν ἔχει. ἢ εἰπέ μοι, τίς ἀκούων ἀναγιγνώσκοντός σου ἢ διαλεγομένου περὶ αὑτοῦ ἠγωνίασεν ἢ ἐπεστράφη· εἰς αὑτὸν ἢ ἐξελθὼν εἶπεν ὅτι καλῶς μου ἥψατο ὁ φιλόσοφος· οὐκέτι δεῖ ταῦτα ποιεῖν; οὐχὶ δʼ, ἂν λίαν εὐδοκιμῇς, λέγει πρός τινα κομψῶς ἔφρασεν τὰ περὶ τὸν Ξέρξην, ἄλλος οὔ· ἀλλὰ τὴν ἐπὶ Πύλαις μάχην; τοῦτό ἐστιν ἀκρόασις φιλοσόφου;