Ancient Greek
3.36 to 3.38
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 3.36-38
Not analysed yet
τέταξαι ἐν πόλει ἡγεμονίᾳ καὶ οὐκ ἐν ταπεινῇ τινι χώρᾳ, ἀλλʼ ἀεὶ βουλευτής. οὐκ οἶσθʼ, ὅτι τὸν τοιοῦτον ὀλίγα μὲν δεῖ οἰκονομεῖν, τὰ πολλὰ δʼ ἀποδημεῖν ἄρχοντα ἢ ἀρχόμενον ἢ ὑπηρετοῦντά τινι ἀρχῇ ἢ στρατευόμενον ἢ δικάζοντα; εἶτά μοι θέλεις ὡς φυτὸν προσηρτῆσθαι τοῖς αὐτοῖς τόποις καὶ προσερριζῶσθαι; —ἡδὺ γάρ ἐστιν. —τίς οὔ φησιν; ἀλλὰ καὶ ζωμὸς ἡδύς ἐστι καὶ γυνὴ καλὴ ἡδύ ἐστιν. τί ἄλλο λέγουσιν οἱ τέλος ποιούμενοι τὴν ἡδονήν; οὐκ αἰσθάνῃ, τίνων ἀνθρώπων φωνὴν ἀφῆκας; ὅτι Ἐπικουρείων καὶ κιναίδων; εἶτα τὰ ἐκείνων ἔργα πράσσων καὶ τὰ δόγματα ἔχων τοὺς λόγους ἡμῖν λέγεις τοὺς Ζήνωνος καὶ Σωκράτους; οὐκ ἀπορρίψεις ὡς μακροτάτω τἀλλότρια, οἷς κοσμῇ μηδέν σοι προσήκουσιν;