# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 3.40-49

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 3.40 to 3.49. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/3.40

ἄγε, φέρε μοι καὶ σὺ τὴν σαυτοῦ διατριβήν, ἣν ποθεῖς, ζηλωτὰ τῆς ἀληθείας καὶ Σωκράτους καὶ Διογένους. τί θέλεις ἐν Ἀθήναις ποιεῖν; ταῦτα αὐτά; μή τι ἕτερα; τί οὖν Στωικὸν σαυτὸν εἶναι λέγεις; εἶτα οἱ μὲν τῆς Ῥωμαίων πολιτείας καταψευδόμενοι κολάζονται πικρῶς, τοὺς δʼ οὕτως μεγάλου καὶ σεμνοῦ καταψευδομένους πράγματος καὶ ὀνόματος ἀθῴους ἀπαλλάττεσθαι δεῖ; ἢ τοῦτό γε οὐ δυνατόν, ἀλλʼ ὁ νόμος θεῖος καὶ ἰσχυρὸς καὶ ἀναπόδραστος οὗτός ἐστιν ὁ τὰς μεγίστας εἰσπρασσόμενος κολάσεις παρὰ τῶν τὰ μέγιστα ἁμαρτανόντων; τί γὰρ λέγει; ὁ προσποιούμενος τὰ μηδὲν πρὸς αὐτὸν ἔστω ἀλαζών, ἔστω κενόδοξος· ὁ ἀπειθῶν τῇ θείᾳ διοικήσει ἔστω ταπεινός, ἔστω δοῦλος, λυπείσθω, φθονείτω, ἐλεείτω, τὸ κεφάλαιον πάντων, δυστυχείτω, θρηνείτω. τί οὖν; θέλεις με τὸν δεῖνα θεραπεύειν; ἐπὶ θύρας αὐτοῦ πορεύεσθαι; — εἰ τοῦτο αἱρεῖ λόγος, ὑπὲρ τῆς πατρίδος, ὑπὲρ τῶν συγγενῶν, ὑπὲρ ἀνθρώπων, διὰ τί μὴ ἀπέλθῃς; ἀλλʼ ἐπὶ μὲν τὰς τοῦ σκυτέως οὐκ αἰσχύνῃ πορευόμενος, ὅταν δέῃ ὑποδημάτων, οὐδʼ ἐπὶ τὰς τοῦ κηπουροῦ, ὅταν θιδράκων, ἐπὶ δὲ τὰς τῶν πλουσίων, ὅταν τινὸς ὁμοίου δέῃ; — ναί· τὸν σκυτέα γὰρ οὐ θαυμάζω. — μηδὲ τὸν πλούσιον. — οὐδὲ τὸν κηπουρὸν κολακεύσω. — μηδὲ τὸν πλούσιον. πῶς οὖν τύχω οὗ δέομαι; — ἐγὼ δέ σοι λέγω ὅτι ὡς τευξόμενος ἀπέρχου; οὐχὶ δὲ μόνον, ἵνα πράξῃς τὸ σαυτῷ πρέπον; — τί οὖν ἔτι πορεύομαι; — ἵνʼ ἀπέλθῃς, ἵνα ἀποδεδωκὼς ᾖς τὰ τοῦ πολίτου ἔργα, τὰ ἀδελφοῦ, τὰ φίλου. καὶ λοιπὸν μέμνησο, ὅτι πρὸς σκυτέα ἀφῖξαι, πρὸς λαχανοπώλην, οὐδενὸς μεγάλου ἢ σεμνοῦ ἔχοντα τὴν ἐξουσίαν, κἂν αὐτὸ πολλοῦ πωλῇ. ὡς ἐπὶ τὰς θίδρακας ἀπέρχῃ· ὀβολοῦ γάρ εἰσιν, ταλάντου δʼ οὐκ εἰσίν. οὕτως κἀνταῦθα. τοῦ ἐπὶ θύρας ἐλθεῖν ἄξιον τὸ πρᾶγμα· ἔστω, ἀφίξομαι. τοῦ διαλεχθῆναι οὕτως· ἔστω, διαλεχθήσομαι. ἀλλὰ καὶ τὴν χεῖρα δεῖ καταφιλῆσαι καὶ θωπεῦσαι διʼ ἐπαίνου. ἄπαγε, ταλάντου ἐστίν· οὐ λυσιτελεῖ μοι οὐδὲ τῇ πόλει οὐδὲ τοῖς φίλοις ἀπολέσαι καὶ πολίτην ἀγαθὸν καὶ φίλον.

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
