# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 3.59-70

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 3.59 to 3.70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/3.59

οὕτως μοι γίνου φιλόστοργος ὡς ταῦτα τηρήσων· εἰ δὲ διὰ τὴν φιλοστοργίαν ταύτην, ἥντινά ποτε καὶ καλεῖς φιλοστοργίαν, δοῦλος μέλλεις εἶναι καὶ ἄθλιος, οὐ λυσιτελεῖ φιλόστοργον εἶναι. καὶ τί κωλύει φιλεῖν τινα ὡς θνητόν, ὡς ἀποδημητικόν; ἢ Σωκράτης οὐκ ἐφίλει τοὺς παῖδας τοὺς ἑαυτοῦ; ἀλλʼ ὡς ἐλεύθερος, ὡς μεμνημένος, ὅτι πρῶτον δεῖ θεοῖς εἶναι φίλον. διὰ τοῦτο οὐδὲν παρέβη τῶν πρεπόντων ἀνδρὶ ἀγαθῷ οὔτʼ ἀπολογούμενος οὐθʼ ὑποτιμώμενος οὔτʼ ἔτι πρόσθεν βουλεύων ἢ στρατευόμενος. ἡμεῖς δὲ πάσης προφάσεως πρὸς τὸ ἀγεννεῖς εἶναι εὐποροῦμεν, οἱ μὲν διὰ παῖδα, οἱ δὲ διὰ μητέρα, ἄλλοι δὲ διʼ ἀδελφούς. διʼ οὐδένα δὲ προσήκει δυστυχεῖν, ἀλλὰ εὐτυχεῖν διὰ πάντας, μάλιστα δὲ διὰ τὸν θεὸν τὸν ἐπὶ τοῦτο ἡμᾶς κατασκευάσαντα. ἄγε, Διογένης δʼ οὐκ ἐφίλει οὐδένα, ὃς οὕτως ἥμερος ἦν καὶ φιλάνθρωπος, ὥστε ὑπὲρ τοῦ κοινοῦ τῶν ἀνθρώπων τοσούτους πόνους καὶ ταλαιπωρίας τοῦ σώματος ἄσμενος ἀναδέχεσθαι; ἀλλʼ ἐφίλει πῶς; ὡς τοῦ Διὸς διάκονον ἔδει, ἅμα μὲν κηδόμενος, ἅμα δʼ ὡς τῷ θεῷ ὑποτεταγμένος. διὰ τοῦτο πᾶσα γῆ πατρὶς ἦν ἐκείνῳ μόνῳ, ἐξαίρετος δʼ οὐδεμία· καὶ ἁλοὺς οὐκ ἐπόθει τὰς Ἀθήνας οὐδὲ τοὺς ἐκεῖ συνήθεις καὶ φίλους, ἀλλʼ αὐτοῖς τοῖς πειραταῖς συνήθης ἐγίνετο καὶ ἐπανορθοῦν ἐπειρᾶτο. καὶ πραθεὶς ὕστερον ἐν Κορίνθῳ διῆγεν οὕτως ὡς πρόσθεν ἐν Ἀθήναις καὶ εἰς Περραιβοὺς δʼ ἂν ἀπελθὼν ὡσαύτως εἶχεν. οὕτως ἐλευθερία γίνεται. διὰ τοῦτο ἔλεγεν ὅτι ἐξ οὗ μʼ Ἀντισθένης ἠλευθέρωσεν, οὐκέτι ἐδούλευσα. πῶς ἠλευθέρωσεν; ἄκουε, τί λέγει· ἐδίδαξέν με τὰ ἐμὰ καὶ τὰ οὐκ ἐμά. κτῆσις οὐκ ἐμή· συγγενεῖς, οἰκεῖοι, φίλοι, φήμη, συνήθεις τόποι, διατριβή, πάντα ταῦτα ὅτι ἀλλότρια. σὸν οὖν τί; χρῆσις φαντασιῶν. ταύτην ἔδειξέν μοι ὅτι ἀκώλυτον ἔχω, ἀνανάγκαστον· οὐδεὶς ἐμποδίσαι δύναται, οὐδεὶς βιάσασθαι ἄλλως χρήσασθαι ἢ ὡς θέλω. τίς οὖν ἔτι ἔχει μου ἐξουσίαν; Φίλιππος ἢ Ἀλέξανδρος ἢ Περδίκκας ἢ ὁ μέγας βασιλεύς; πόθεν αὐτοῖς; τὸν γὰρ ὑπʼ ἀνθρώπου μέλλοντα ἡττᾶσθαι πολὺ πρότερον ὑπὸ τῶν πραγμάτων δεῖ ἡττᾶσθαι.

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
