Ancient Greek
3.91 to 3.98
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 3.91-98
Not analysed yet
ὡς Διογένης πρὸς τὸν εἰπόντα σὺ εἶ ὁ Διογένης ὁ μὴ οἰόμενος εἶναι θεούς; καὶ πῶς, ἔφη, σὲ θεοῖς ἐχθρὸν νομίζων; πάλιν Ἀλεξάνδρῳ ἐπιστάντι αὐτῷ κοιμωμένῳ καὶ εἰπόντι οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα ἔνυπνος ἔτι ὢν ἀπήντησεν ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλεν. πρὸ πάντων δὲ τὸ ἡγεμονικὸν αὐτοῦ δεῖ καθαρώτερον εἶναι τοῦ ἡλίου· εἰ δὲ μή, κυβευτὴν ἀνάγκη καὶ ῥᾳδιουργόν, ὅστις ἐνεχόμενός τινι αὐτὸς κακῷ ἐπιτιμήσει τοῖς ἄλλοις. ὅρα γάρ, οἷόν ἐστιν. τοῖς βασιλεῦσι τούτοις καὶ τυράννοις οἱ δορυφόροι καὶ τὰ ὅπλα παρεῖχε τὸ ἐπιτιμᾶν τισιν καὶ δύνασθαι καὶ κολάζειν τοὺς ἁμαρτάνοντας καὶ αὐτοῖς οὖσι κακοῖς, τῷ Κυνικῷ ἀντὶ τῶν ὅπλων καὶ τῶν δορυφόρων τὸ συνειδὸς τὴν ἐξουσίαν ταύτην παραδίδωσιν. ὅταν ἴδῃ, ὅτι ὑπερηγρύπνηκεν ὑπὲρ ἀνθρώπων καὶ πεπόνηκεν καὶ καθαρὸς μὲν κεκοίμηται, καθαρώτερον δʼ αὐτὸν ἔτι ὁ ὕπνος ἀφῆκεν, ἐντεθύμηται δʼ, ὅσα ἐντεθύμηται ὡς φίλος τοῖς θεοῖς, ὡς ὑπηρέτης, ὡς μετέχων τῆς ἀρχῆς τοῦ Διός, πανταχοῦ δʼ αὐτῷ πρόχειρον τὸ ἄγου δέ μʼ ὦ Ζεῦ καὶ σύ γʼ ἡ Πεπρωμένη, καὶ ὅτι εἰ ταύτῃ τοῖς θεοῖς φίλον, ταύτῃ γινέσθω· διὰ τί μὴ θαρρήσῃ παρρησιάζεσθαι πρὸς τοὺς ἀδελφοὺς τοὺς ἑαυτοῦ, πρὸς τὰ τέκνα, ἁπλῶς πρὸς τοὺς συγγενεῖς; διὰ τοῦτο οὔτε περίεργος οὔτε πολυπράγμων ἐστὶν ὁ οὕτω διακείμενος· οὐ γὰρ τὰ ἀλλότρια πολυπραγμονεῖ, ὅταν τὰ ἀνθρώπινα ἐπισκοπῇ, ἀλλὰ τὰ ἴδια. εἰ δὲ μή, λέγε καὶ τὸν στρατηγὸν πολυπράγμονα, ὅταν τοὺς στρατιώτας ἐπισκοπῇ καὶ ἐξετάζῃ καὶ παραφυλάσσῃ καὶ τοὺς ἀκοσμοῦντας κολάζῃ. ἐὰν δʼ ὑπὸ μάλης ἔχων πλακουντάριον ἐπιτιμᾷς ἄλλοις, ἐρῶ σοι· οὐ θέλεις μᾶλλον ἀπελθὼν εἰς γωνίαν καταφαγεῖν ἐκεῖνο ὃ κέκλοφας; τί δὲ σοὶ καὶ τοῖς ἀλλοτρίοις;