# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 4.1-10-10

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 4.1 to 4.10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/4.1-10

ἀμφισβητοῦσί τινες, εἰ ἐν τῇ φύσει τοῦ ἀνθρώπου περιέχεται τὸ κοινωνικόν· ὅμως δʼ αὐτοὶ οὗτοι οὐκ ἄν μοι δοκοῦσιν ἀμφισβητῆσαι, ὅτι τό γε καθάριον πάντως περιέχεται καὶ εἴ τινι ἄλλῳ καὶ τούτῳ τῶν ζῴων χωρίζεται. ὅταν οὖν ἄλλο τι ζῷον ἴδωμεν ἀποκαθαῖρον ἑαυτό, ἐπιλέγειν εἰώθαμεν θαυμάζοντες ὅτι ὡς ἄνθρωπος. καὶ πάλιν ἄν τις ἐγκαλῇ τινι ζῴῳ, εὐθὺς εἰώθαμεν ὥσπερ ἀπολογούμενοι λέγειν ὅτι οὐ δήπου ἄνθρωπός ἐστιν. οὕτως ἐξαίρετόν τι περὶ τὸν ἄνθρωπον εἶναι οἰόμεθα ἀπὸ τῶν θεῶν αὐτὸ πρῶτον λαμβάνοντες. ἐπεὶ γὰρ ἐκεῖνοι φύσει καθαροὶ καὶ ἀκήρατοι, ἐφʼ ὅσον ἠγγίκασιν αὐτοῖς οἱ ἄνθρωποι κατὰ τὸν λόγον, ἐπὶ τοσοῦτον καὶ τοῦ καθαροῦ καὶ τοῦ καθαρίου εἰσὶν ἀνθεκτικοί. ἐπεὶ δʼ ἀμήχανον τὴν οὐσίαν αὐτῶν παντάπασιν εἶναι καθαρὰν ἐκ τοιαύτης ὕλης κεκραμένην, ὁ λόγος παραληφθεὶς εἰς τὸ ἐνδεχόμενον ταύτην καθάριον ἀποτελεῖν πειρᾶται. πρώτη οὖν καὶ ἀνωτάτω καθαρότης ἡ ἐν ψυχῇ γενομένη καὶ ὁμοίως ἀκαθαρσία. ψυχῆς δʼ ὡς σώματος μὲν ἀκαθαρσίαν οὐκ ἂν εὕροις, ὡς ψυχῆς δὲ τί ἂν ἄλλο εὕροις ἢ τὸ παρέχον αὐτὴν ῥυπαρὰν πρὸς τὰ ἔργα τὰ αὑτῆς; ἔργα δὲ ψυχῆς ὁρμᾶν, ἀφορμᾶν, ὀρέγεσθαι, ἐκκλίνειν, παρασκευάζεσθαι, ἐπιβάλλεσθαι, συγκατατίθεσθαι. τί ποτʼ οὖν ἐστι τὸ ἐν τούτοις τοῖς ἔργοις ῥυπαρὰν παρέχον αὐτὴν καὶ ἀκάθαρτον; οὐδὲν ἄλλο ἢ τὰ μοχθηρὰ κρίματα αὐτῆς. ὥστε ψυχῆς μὲν ἀκαθαρσία δόγματα πονηρά, κάθαρσις δʼ ἐμποίησις οἵων δεῖ δογμάτων. καθαρὰ δʼ ἡ ἔχουσα οἷα δεῖ δόγματα· μόνη γὰρ αὕτη ἐν τοῖς ἔργοις τοῖς αὑτῆς ἀσύγχυτος καὶ ἀμόλυντος. δεῖ δέ τι ἐοικὸς τούτῳ καὶ ἐπὶ σώματος φιλοτεχνεῖν κατὰ τὸ ἐνδεχόμενον. ἀμήχανον ἦν μύξας μὴ ῥεῖν τοῦ ἀνθρώπου τοιοῦτον ἔχοντος τὸ σύγκραμα· διὰ τοῦτο χεῖρας ἐποίησεν ἡ φύσις καὶ αὐτὰς τὰς ῥῖνας ὡς σωλῆνας πρὸς τὸ ἐκδιδόναι τὰ ὑγρά. ἂν οὖν ἀναρροφῇ τις αὐτάς, λέγω ὅτι οὐ ποιεῖ ἔργον ἀνθρωπικόν. ἀμήχανον ἦν μὴ πηλοῦσθαι τοὺς πόδας μηδὲ ὅλως μολύνεσθαι διὰ τοιούτων τινῶν πορευομένους· διὰ τοῦτο ὕδωρ παρεσκεύασεν, διὰ τοῦτο χεῖρας.

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
