Ancient Greek
4.1 to 4.10
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 4.1-11-10
Not analysed yet
ὅταν ἀφῇς πρὸς ὀλίγον τὴν προσοχήν, μὴ τοῦτο φαντάζου, ὅτι, ὁπόταν θέλῃς, ἀναλήψῃ αὐτήν, ἀλλʼ ἐκεῖνο πρόχειρον ἔστω σοι, ὅτι παρὰ τὸ σήμερον ἁμαρτηθὲν εἰς τἆλλα χεῖρον ἀνάγκη σοι τὰ πράγματα ἔχειν. πρῶτον μὲν γὰρ τὸ πάντων χαλεπώτατον ἔθος τοῦ μὴ προσέχειν ἐγγίνεται, εἶτα ἔθος τοῦ ἀναβάλλεσθαι τὴν προσοχήν· ἀεὶ δʼ εἰς ἄλλον καὶ ἄλλον χρόνον εἴωθας ὑπερτίθεσθαι τὸ εὐροεῖν, τὸ εὐσχημονεῖν, τὸ κατὰ φύσιν ἔχειν καὶ διεξάγειν. εἰ μὲν οὖν λυσιτελὴς ἡ ὑπέρθεσίς ἐστιν, ἡ παντελὴς ἀπόστασις αὐτῆς ἐστι λυσιτελεστέρα· εἰ δʼ οὐ λυσιτελεῖ, τί οὐχὶ διηνεκῆ τὴν προσοχὴν φυλάσσεις; σήμερον παῖξαι θέλω. τί οὖν κωλύει προσέχοντα; ᾆσαι. τί οὖν κωλύει προσέχοντα; μὴ γὰρ ἐξαιρεῖταί τι μέρος τοῦ βίου, ἐφʼ ὃ οὐ διατείνει τὸ προσέχειν; χεῖρον γὰρ αὐτὸ προσέχων ποιήσεις, βέλτιον δὲ μὴ προσέχων; καὶ τί ἄλλο τῶν ἐν τῷ βίῳ κρεῖσσον ὑπὸ τῶν μὴ προσεχόντων γίνεται; ὁ τέκτων μὴ προσέχων ; ὁ κυβερνήτης μὴ προσέχων κυβερνᾷ ἀσφαλέστερον; ἄλλο δέ τι τῶν μικροτέρων ἔργων ὑπὸ ἀπροσεξίας ἐπιτελεῖται κρεῖσσον; οὐκ αἰσθάνῃ, ὅτι, ἐπειδὰν ἀφῇς τὴν γνώμην, οὐκ ἔτι ἐπὶ σοί ἐστιν ἀνακαλέσασθαι αὐτήν, οὐκ ἐπὶ τὸ εὔσχημον, οὐκ ἐπὶ τὸ αἰδῆμον, οὐκ ἐπὶ τὸ κατεσταλμένον; ἀλλὰ πᾶν τὸ ἐπελθὸν ποιεῖς, ταῖς προθυμίαις ἐπακολουθεῖς. τίσιν οὖν δεῖ με προσέχειν; —πρῶτον μὲν ἐκείνοις τοῖς καθολικοῖς καὶ ἐκεῖνα πρόχειρα ἔχειν καὶ χωρὶς ἐκείνων μὴ καθεύδειν, μὴ ἀνίστασθαι, μὴ πίνειν, μὴ ἐσθίειν, μὴ συμβάλλειν ἀνθρώποις· ὅτι προαιρέσεως ἀλλοτρίας κύριος οὐδείς, ἐν ταύτῃ δὲ μόνῃ τἀγαθὸν καὶ κακόν. οὐδεὶς οὖν κύριος οὔτʼ ἀγαθόν μοι περιποιῆσαι οὔτε κακῷ με περιβαλεῖν, ἀλλʼ ἐγὼ αὐτὸς ἐμαυτοῦ κατὰ ταῦτα ἐξουσίαν ἔχω μόνος. ὅταν οὖν ταῦτα ἀσφαλῆ μοι ᾖ, τί ἔχω περὶ τὰ ἐκτὸς ταράσσεσθαι; ποῖος τύραννος φοβερός, ποία νόσος, ποία πενία, ποῖον πρόσκρουσμα; —ἀλλʼ οὐκ ἤρεσα τῷ δεῖνι. —μὴ οὖν ἐκεῖνος ἐμόν ἐστιν ἔργον, μή τι ἐμὸν κρίμα; —οὔ. —τί οὖν ἔτι μοι μέλει; —ἀλλὰ δοκεῖ τις εἶναι. —