# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 4.1-5-3

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 4.1 to 4.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/4.1-5

ἀνιῶμαι, φησίν, ἐλεούμενος. — πότερον οὖν σὸν ἔργον ἐστὶ τὸ ἐλεεῖσθαί σε ἢ τῶν ἐλεούντων; τί δʼ; ἐπὶ σοί ἐστι τὸ παῦσαι αὐτό; — ἐπʼ ἐμοί, ἂν δεικνύω αὐτοῖς μῆ ἄξιον ἐλέου ὄντα ἐμαυτόν. — πότερον δʼ ἤδη σοι ὑπάρχει τοῦτο, τὸ μὴ εἶναι ἐλέου ἄξιον ἢ οὐχ ὑπάρχει; — δοκῶ ἔγωγε, ὅτι ὑπάρχει. ἀλλʼ οὗτοί γʼ οὐκ ἐπὶ τούτοις ἐλεοῦσιν, ἐφʼ οἷς, εἴπερ ἄρα, ἦν ἄξιον, ἐπὶ τοῖς ἁμαρτανομένοις, ἀλλʼ ἐπὶ πενίᾳ καὶ ἀναρχίᾳ καὶ νόσοις καὶ θανάτοις καὶ ἄλλοις τοιούτοις. — πότερον οὖν πείθειν παρεσκεύασαι τοὺς πολλούς, ὡς ἄρα οὐδὲν τούτων κακόν ἐστιν, ἀλλʼ οἷόν τε καὶ πένητι καὶ ἄρχοντι καὶ ἀτίμῳ εὐδαιμονεῖν, ἢ σαυτὸν ἐπιδεικνύειν αὐτοῖς πλουτοῦντα καὶ ἄρχοντα;

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
