# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 4.1-6-4

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 4.1 to 4.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/4.1-6

τί ποιεῖ φοβερὸν τὸν τύραννον; — οἱ δορυφόροι, φησίν, καὶ αἱ μάχαιραι αὐτῶν καὶ ὁ ἐπὶ τοῦ κοιτῶνος καὶ οἱ ἀποκλείοντες τοὺς εἰσιόντας. — διὰ τί οὖν, ἂν παιδίον αὐτῷ προσαγάγῃς μετὰ τῶν δορυφόρων ὄντι, οὐ φοβεῖται; ἢ ὅτι οὐκ αἰσθάνεται τούτων τὸ παιδίον; ἂν οὖν τῶν δορυφόρων τις αἰσθάνηται καὶ ὅτι μαχαίρας ἔχουσιν, ἐπʼ αὐτὸ δὲ τοῦτο προσέρχηται αὐτῷ θέλων ἀποθανεῖν διά τινα περίστασιν καὶ ζητῶν ὑπʼ ἄλλου παθεῖν αὐτὸ εὐκόλως, μή τι φοβεῖται τοὺς δορυφόρους; — θέλει γὰρ τοῦτο, διʼ ὃ φοβεροί εἰσιν. — ἂν οὖν τις μήτʼ ἀποθανεῖν μήτε ζῆν θέλων ἐξ ἅπαντος ἀλλʼ ὡς ἂν διδῶται, προσέρχηται αὐτῷ, τί κωλύει μὴ δεδοικότα προσέρχεσθαι αὐτόν;

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
