# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 4.1-7-10

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 4.1 to 4.10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/4.1-7

μηδέποτʼ ἀπὸ τῶν κοινῶν τινα μήτʼ ἐπαινέσητε μήτε ψέξητε μήτε τέχνην τινὰ ἢ ἀτεχνίαν προσμαρτυρήσητε· καὶ ἅμα μὲν προπετείας ἑαυτοὺς ἀπαλλάξετε, ἅμα δὲ κακοηθείας. οὗτος ταχέως λούεται. κακῶς οὖν ποιεῖ; οὐ πάντως. ἀλλὰ τί; ταχέως λούεται. — πάντα οὖν καλῶς γίνεται; — οὐδαμῶς· ἀλλὰ τὰ μὲν ἀπὸ δογμάτων ὀρθῶν καλῶς, τὰ δʼ ἀπὸ μοχθηρῶν μοχθηρῶς. σὺ δὲ μέχρις ἂν καταμάθῃς τὸ δόγμα, ἀφʼ οὗ τις ποιεῖ ἕκαστα, μήτʼ ἐπαίνει τὸ ἔργον μήτε ψέγε. δόγμα δʼ ἐκ τῶν ἐκτὸς οὐ ῥᾳδίως κρίνεται. οὗτος τέκτων ἐστίν. διὰ τί; χρῆται σκεπάρνῳ. τί οὖν τοῦτο; οὗτος μουσικός· ᾁδει γάρ. καὶ τί τοῦτο; οὗτος φιλόσοφος. διὰ τί; τρίβωνα γὰρ ἔχει καὶ κόμην. οἱ δʼ ἀγύρται τί ἔχουσιν; διὰ τοῦτο, ἂν ἀσχημονοῦντά τις ἴδῃ τινὰ αὐτῶν, εὐθὺς λέγει ἰδοὺ ὁ φιλόσοφος τί ποιεῖ. ἔδει δʼ ἀφʼ ὧν ἠσχημόνει μᾶλλον λέγειν αὐτὸν μὴ εἶναι φιλόσοφον. εἰ μὲν γὰρ αὕτη ἐστὶν ἡ τοῦ φιλοσόφου πρόληψις καὶ ἐπαγγελία, ἔχειν τρίβωνα καὶ κόμην, καλῶς ἂν ἔλεγον· εἰ δʼ ἐκείνη μᾶλλον, ἀναμάρτητον εἶναι, διὰ τί οὐχὶ διὰ τὸ μὴ πληροῦν τὴν ἐπαγγελίαν ἀφαιροῦνται αὐτὸν τῆς προσηγορίας; οὕτως γὰρ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν. ὅταν ἴδῃ τις κακῶς πελεκῶντα, οὐ λέγει τί ὄφελος τεκτονικῆς; ἰδοὺ οἱ τέκτονες οἷα ποιοῦσι κακά, ἀλλὰ πᾶν τοὐναντίον λέγει οὗτος οὐκ ἔστι τέκτων, πελεκᾷ γὰρ κακῶς. ὁμοίως κἂν ᾁδοντός τινος ἀκούσῃ κακῶς, οὐ λέγει ἰδοὺ πῶς ᾁδουσιν οἱ μουσικοί, ἀλλὰ μᾶλλον οὗτος οὐκ ἔστι μουσικός. ἐπὶ φιλοσοφίας δὲ μόνης τοῦτο πάσχουσιν· ὅταν τινὰ ἴδωσι παρὰ τὸ ἐπάγγελμα τὸ τοῦ φιλοσόφου ποιοῦντα, οὐχὶ τῆς προσηγορίας ἀφαιροῦνται αὐτόν, ἀλλὰ θέντες εἶναι φιλόσοφον, εἶτʼ ἀπʼ αὐτοῦ τοῦ γινομένου λαβόντες, ὅτι ἀσχημονεῖ, ἐπάγουσι μηδὲν ὄφελος εἶναι τοῦ φιλοσοφεῖν. τί οὖν τὸ αἴτιον; ὅτι τὴν μὲν τοῦ τέκτονος πρόληψιν πρεσβεύομεν καὶ τὴν τοῦ μουσικοῦ καὶ ὡσαύτως τῶν ἄλλων τεχνιτῶν, τὴν τοῦ φιλοσόφου δʼ οὔ, ἀλλʼ ἅτε συγκεχυμένην καὶ ἀδιάρθρωτον ἀπὸ τῶν ἐκτὸς μόνον κρίνομεν.

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
