Ancient Greek
Book 4, περὶ ἐλευθερίας.
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 4.106
Not analysed yet
οὔ· ἀλλʼ ἔτι ἑορτάζειν ἤθελον. καὶ γὰρ οἱ μύσται μυεῖσθαι; τάχα καὶ οἱ ἐν Ὀλυμπίᾳ ἄλλους ἀθλητὰς βλέπειν· ἀλλὰ ἡ πανήγυρις πέρας ἔχει· ἔξελθε, ἀπαλλάγηθι ὡς εὐχάριστος, ὡς αἰδήμων· δὸς ἄλλοις τόπον· δεῖ γενέσθαι καὶ ἄλλους, καθάπερ καὶ σὺ ἐγένου, καὶ γενομένους ἔχειν χώραν καὶ οἰκήσεις, τὰ ἐπιτήδεια. ἂν δʼ οἱ πρῶτοι μὴ ὑπεξάγωσιν, τί ὑπολείπεται; τί ἄπληστος εἶ; τί ἀνίκανος; τί στενοχωρεῖς τὸν κόσμον;