# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 4.107-115

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 4.107 to 4.115. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/4.107

— ναί· ἀλλὰ τὰ τεκνία μετʼ ἐμαυτοῦ εἶναι θέλω καὶ τὴν γυναῖκα. — σὰ γάρ ἐστιν; οὐχὶ τοῦ δόντος; οὐχὶ καὶ τοῦ σὲ πεποιηκότος; εἶτα οὐκ ἐκστήσῃ τῶν ἀλλοτρίων; οὐ παραχωρήσεις τῷ κρείσσονι; — τί οὖν μʼ εἰσῆγεν ἐπὶ τούτοις; — καὶ εἰ μὴ ποιεῖ σοι, ἔξελθε· οὐκ ἔχει χρείαν θεατοῦ μεμψιμοίρου. τῶν συνεορταζόντων δεῖται, τῶν συγχορευόντων, ἵνʼ ἐπικροτῶσι μᾶλλον, ἐπιθειάζωσιν, ὑμνῶσι δὲ τὴν πανήγυριν. τοὺς ἀταλαιπώρους δὲ καὶ δειλοὺς οὐκ ἀηδῶς ὄψεται ἀπολελειμμένους τῆς πανηγύρεως· οὐδὲ γὰρ παρόντες ὡς ἐν ἑορτῇ διῆγον οὐδʼ ἐξεπλήρουν τὴν χώραν τὴν πρέπουσαν, ἀλλʼ ὠδυνῶντο, ἐμέμφοντο τὸν δαίμονα, τὴν τύχην, τοὺς συνόντας· ἀναίσθητοι καὶ ὧν ἔτυχον καὶ τῶν ἑαυτῶν δυνάμεων, ἃς εἰλήφασι πρὸς τὰ ἐναντία, μεγαλοψυχίας, γενναιότητος, ἀνδρείας, αὐτῆς τῆς νῦν ζητουμένης ἐλευθερίας. — ἐπὶ τί οὖν εἴληφα ταῦτα; — χρησόμενος. — μέχρι τίνος; — μέχρις ἂν ὁ χρήσας θέλῃ. — ἂν οὖν ἀναγκαῖά μοι ᾖ; — μὴ πρόσπασχε αὐτοῖς καὶ οὐκ ἔσται. σὺ αὐτὰ αὑτῷ μὴ εἴπῃς ἀναγκαῖα καὶ οὐκ ἔστιν. ταύτην τὴν μελέτην ἕωθεν εἰς ἑσπέραν μελετᾶν ἔδει. ἀπὸ τῶν μικροτάτων, ἀπὸ τῶν εὐεπηρεαστοτάτων ἀρξάμενος, ἀπὸ χύτρας, ἀπὸ ποτηρίου, εἶθʼ οὕτως ἐπὶ χιτωνάριον πρόσελθε, ἐπὶ κυνάριον, ἐπὶ ἱππάριον, ἐπὶ ἀγρίδιον· ἔνθεν ἐπὶ σαυτόν, τὸ σῶμα, τὰ μέρη τοῦ σώματος, τὰ τέκνα, τὴν γυναῖκα, τοὺς ἀδελφούς. πανταχοῦ περιβλέψας ἀπόρριψον ἀπὸ σεαυτοῦ· κάθηρον τὰ δόγματα, μή τι προσήρτηταί σοι τῶν οὐ σῶν, μή τι συμπέφυκεν, μή τι ὀδυνήσει σʼ ἀποσπώμενον. καὶ λέγε γυμναζόμενος καθʼ ἡμέραν, ὡς ἐκεῖ, μὴ ὅτι φιλοσοφεῖς (ἔστω φορτικὸν τὸ ὄνομα), ἀλλʼ ὅτι καρπιστὴν δίδως. τοῦτο γάρ ἐστιν ἡ ταῖς ἀληθείαις ἐλευθερία. ταύτην ἠλευθερώθη Διογένης παρʼ Ἀντισθένους καὶ οὐκέτι ἔφη καταδουλωθῆναι δύνασθαι ὑπʼ οὐδενός. διὰ τοῦτο πῶς ἑάλω, πῶς τοῖς πειραταῖς ἐχρῆτο· μή τι κύριον εἶπέν τινα αὐτῶν; καὶ οὐ λέγω τὸ ὄνομα· οὐ γὰρ τὴν φωνὴν φοβοῦμαι, ἀλλὰ τὸ πάθος, ἀφʼ οὗ ἡ φωνὴ ἐκπέμπεται.

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
