# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 4.11-3-18

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 4.11 to 4.18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/4.11-3

ἰδού, ἐκσέσεισαι ὑπʼ ἄλλου μὲν οὐδενός, ὑπὸ σαυτοῦ δέ. μαχέσθητι σαυτῷ, ἀφελοῦ σαυτὸν εἰς εὐσχημοσύνην, εἰς αἰδῶ, εἰς ἐλευθερίαν. εἴ σοί τίς που ἔλεγεν περὶ ἐμοῦ ταῦτα, ὅτι μέ τις μοιχεύειν ἀναγκάζει, ὅτι ἐσθῆτα φορεῖν τοιαύτην, ὅτι μυρίζεσθαι, οὐκ ἂν ἀπελθὼν αὐτόχειρ ἐγένου τούτου τοῦ ἀνθρώπου τοῦ οὕτως μοι παραχρωμένου; νῦν οὖν οὐ θέλεις σαυτῷ βοηθῆσαι; καὶ πόσῳ ῥᾴων αὕτη ἡ βοήθεια; οὐκ ἀποκτεῖναί τινα δεῖ, οὐ δῆσαι, οὐχ ὑβρίσαι, οὐκ εἰς ἀγορὰν προελθεῖν, ἀλλʼ αὐτὸν αὑτῷ λαλῆσαι, τῷ μάλιστα πεισθησομένῳ, πρὸς ὃν οὐδείς ἐστί σου πιθανώτερος. καὶ πρῶτον μὲν κατάγνωθι τῶν γιγνομένων, εἶτα καταγνοὺς μὴ ἀπογνῷς σεαυτοῦ μηδὲ πάθῃς τὸ τῶν ἀγεννῶν ἀνθρώπων, οἳ ἅπαξ ἐνδόντες εἰσάπαν ἐπέδωκαν ἑαυτοὺς καὶ ὡς ὑπὸ ῥεύματος παρεσύρησαν, ἀλλὰ μάθε τὸ τῶν παιδοτριβῶν. πέπτωκε τὸ παιδίον· ἀναστάς, φησίν, πάλιν πάλαιε, μέχρις ἂν ἰσχυροποιηθῇς. τοιοῦτόν τι καὶ σὺ πάθε· ἴσθι γάρ, ὅτι οὐδέν ἐστιν εὐαγωγότερον ἀνθρωπίνης ψυχῆς. θελῆσαι δεῖ καὶ γέγονεν, διώρθωται· ὡς πάλιν ἀπονυστάσαι καὶ ἀπόλωλεν. ἔσωθεν γάρ ἐστι καὶ ἀπώλεια καὶ βοήθεια. — εἶτα τί μοι ἀγαθόν; — καὶ τί ζητεῖς τούτου μεῖζον; ἐξ ἀναισχύντου αἰδήμων ἔσῃ, ἐξ ἀκόσμου κόσμιος, ἐξ ἀπίστου πιστός, ἐξ ἀκολάστου σώφρων. εἴ τινα ἄλλα τούτων μείζονα ζητεῖς, ποίει ἃ ποιεῖς· οὐδὲ θεῶν σέ τις ἔτι σῶσαι δύναται.

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
