# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 4.11-6-19

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 4.11 to 4.19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/4.11-6

εἰ σὺ φλύαρος εἶ καὶ πάντας τοὺς ἀπαντήσαντας φίλους εἶναι δοκεῖς, θέλεις καὶ ἐμὲ ὅμοιόν σοι γενέσθαι; τί δʼ, εἰ σὺ καλῶς μοι πεπίστευκας τὰ σαυτοῦ, σοὶ δʼ οὐκ ἔστι καλῶς πιστεῦσαι, θέλεις με προπεσεῖν; οἷον εἰ πίθον εἶχον ἐγὼ μὲν στεγνόν, σὺ δὲ τετρυπημένον καὶ ἐλθὼν παρακατέθου μοι τὸν σαυτοῦ οἶνον, ἵνα βάλω εἰς τὸν ἐμὸν πίθον, εἶτʼ ἠγανάκτεις ὅτι μὴ κἀγὼ σοὶ πιστεύω τὸν ἐμαυτοῦ οἶνον· σὺ γὰρ τετρυπημένον ἔχεις τὸν πίθον. πῶς οὖν ἔτι ἴσον γίνεται; σὺ πιστῷ παρακατέθου, σὺ αἰδήμονι, τὰς ἑαυτοῦ ἐνεργείας μόνας βλαβερὰς ἡγουμένῳ καὶ ὠφελίμους, τῶν δʼ ἐκτὸς οὐδέν· ἐγὼ σοὶ θέλεις παρακαταθῶμαι, ἀνθρώπῳ τὴν ἑαυτοῦ προαίρεσιν ἠτιμακότι, θέλοντι δὲ κερματίου τυχεῖν ἢ ἀρχῆς τινος ἢ προαγωγῆς ἐν τῇ αὐλῇ, κἂν μέλλῃς τὰ τέκνα σου κατασφάζειν, ὡς ἡ Μήδεια; ποῦ τοῦτο ἴσον ἐστίν; ἀλλὰ δεῖξόν μοι σαυτὸν πιστόν, αἰδήμονα, βέβαιον, δεῖξον, ὅτι δόγματα ἔχεις φιλικά, δεῖξόν σου τὸ ἀγγεῖον ὅτι οὐ τέτρηται καὶ ὄψει, πῶς οὐκ ἀναμένω ἵνα μοι σὺ πιστεύσῃς τὰ σαυτοῦ, ἀλλʼ αὐτὸς ἐλθὼν σὲ παρακαλῶ ἀκοῦσαι τῶν ἐμῶν. τίς γὰρ οὐ θέλει χρήσασθαι ἀγγείῳ καλῷ, τίς ἀτιμάζει σύμβουλον εὔνουν καὶ πιστόν, τίς οὐκ ἄσμενος δέξηται τὸν ὥσπερ φορτίου μεταληψόμενον τῶν αὐτοῦ περιστάσεων καὶ αὐτῷ τούτῳ κουφιοῦντα αὐτὸν τῷ μεταλαβεῖν; ναί· ἀλλʼ ἐγὼ σοὶ πιστεύω, σὺ ἐμοὶ οὐ πιστεύεις. — πρῶτον μὲν οὐδὲ σὺ ἐμοὶ πιστεύεις, ἀλλὰ φλύαρος εἶ καὶ διὰ τοῦτο οὐδὲν δύνασαι κατασχεῖν. ἐπεί τοι εἰ τοῦτό ἐστιν, ἐμοὶ μόνῳ αὐτὰ πίστευσον· νῦν δʼ ὃν ἂν εὐσχολοῦντα ἴδῃς, παρακαθίσας αὐτῷ λέγεις ἀδελφέ, οὐδένα σου ἔχω εὐνούστερον οὐδὲ φίλτερον, παρακαλῶ σε ἀκοῦσαι τὰ ἐμά· καὶ τοῦτο πρὸς τοὺς οὐδέ τι ὀλίγον ἐγνωσμένους ποιεῖς. εἰ δὲ καὶ πιστεύεις ἐμοί, δῆλον ὅτι ὡς πιστῷ καὶ αἰδήμονι, οὐχ ὅτι σοὶ τὰ ἐμαυτοῦ ἐξεῖπον.

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
