# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 4.116-124

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 4.116 to 4.124. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/4.116

πῶς ἐπιτιμᾷ αὐτοῖς, ὅτι κακῶς ἔτρεφον τοὺς ἑαλωκότας· πῶς ἐπράθη· μή τι κύριον ἐζήτει; ἀλλὰ δοῦλον. πῶς δὲ πραθεὶς ἀνεστρέφετο πρὸς τὸν δεσπότην· εὐθὺς διελέγετο πρὸς αὐτόν, ὅτι οὐχ οὕτως ἐστολίσθαι δεῖ αὐτόν, οὐχ οὕτως κεκάρθαι, περὶ τῶν υἱῶν, πῶς δεῖ αὐτοὺς διάγειν. καὶ τί θαυμαστόν; εἰ γὰρ παιδοτρίβην ἐώνητο, ἐν τοῖς παλαιστρικοῖς ὑπηρέτῃ ἂν αὐτῷ ἐχρῆτο ἢ κυρίῳ; εἰ δʼ ἰατρόν, ὡσαύτως, εἰ δʼ ἀρχιτέκτονα. καὶ οὕτως ἐφʼ ἑκάστης ὕλης τὸν ἔμπειρον τοῦ ἀπείρου κρατεῖν πᾶσα ἀνάγκη. ὅστις οὖν καθόλου τὴν περὶ βίον ἐπιστήμην κέκτηται, τί ἄλλο ἢ τοῦτον εἶναι δεῖ τὸν δεσπότην; τίς γάρ ἐστιν ἐν νηὶ κύριος; — ὁ κυβερνήτης. — διὰ τί; ὅτι ὁ ἀπειθῶν αὐτῷ ζημιοῦται. — ἀλλὰ δεῖραί με δύναται. — μή τι οὖν ἀζημίως; — οὕτως μὲν κἀγὼ ἔκρινον. — ἀλλʼ ὅτι οὐκ ἀζημίως, διὰ τοῦτο οὐκ ἔξεστιν· οὐδενὶ δʼ ἀζήμιόν ἐστι τὸ ποιεῖν τὰ ἄδικα. — καὶ τίς ἡ ζημία τῷ δήσαντι τὸν αὑτοῦ δοῦλον, ἣν δοκεῖς; — τὸ δῆσαι· τοῦτο ὃ καὶ σὺ ὁμολογήσεις, ἂν θέλῃς σῴζειν, ὅτι ἄνθρωπος οὐκ ἔστι θηρίον, ἀλλʼ ἥμερον ζῷον. ἐπεὶ πότʼ ἄμπελος πράσσει κακῶς; ὅταν παρὰ τὴν ἑαυτῆς φύσιν πράσσῃ. πότʼ ἀλεκτρυών; ὡσαύτως. οὐκοῦν καὶ ἄνθρωπος. τίς οὖν αὐτοῦ ἡ φύσις; δάκνειν καὶ λακτίζειν καὶ εἰς φυλακὴν βάλλειν καὶ ἀποκεφαλίζειν; οὔ· ἀλλʼ εὖ ποιεῖν, συνεργεῖν, ἐπεύχεσθαι. τότʼ οὖν κακῶς πράσσει, ἄν τε θέλῃς ἄν τε μή, ὅταν ἀγνωμονῇ. ὥστε Σωκράτης οὐκ ἔπραξε κακῶς;— οὔ, ἀλλʼ οἱ δικασταὶ καὶ οἱ κατήγοροι. — οὐδʼ ἐν Ῥώμῃ Ἑλουίδιος; — οὔ, ἀλλʼ ὁ ἀποκτείνας αὐτόν. — πῶς λέγεις; — ὡς καὶ σὺ ἀλεκτρυόνα οὐ λέγεις κακῶς πρᾶξαι τὸν νικήσαντα καὶ κατακοπέντα, ἀλλὰ τὸν ἀπλῆγα ἡττηθέντα· οὐδὲ κύνα εὐδαιμονίζεις τὸν μήτε διώκοντα μήτε πονοῦντα, ἀλλʼ ὅταν ἱδρῶντα ἴδῃς, ὅταν ὀδυνώμενον, ὅταν ῥηγνύμενον ὑπὸ τοῦ δρόμου.

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
