Ancient Greek
Book 4, πρὸς τοὺς ταχέως ἐπὶ τὸ σχῆμα τῶν φιλοσόφων ἐπιπηδῶντας.
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 4.13
Not analysed yet
οὐ θέλεις οὖν ἰδεῖν πρῶτον, εἰ πληροῖ τὴν ἐπαγγελίαν ἀσχημονῶν, καὶ οὕτως τῷ ἐπιτηδεύματι ἐγκαλεῖν; νῦν δʼ, αὐτὸς ὅταν σωφρονῇς, ἐξ ὧν ποιεῖν σοι δοκεῖ κακῶς, λέγεις ὅρα τὸν φιλόσοφον (ὡς οὐ πρέποντος λέγειν τὸν ταῦτα ποιοῦντα φιλόσοφον) καὶ πάλιν τοῦτο φιλόσοφός ἐστιν. ὅρα δὲ τὸν τέκτονα οὐ λέγεις, ὅταν μοιχεύοντά τινα γνῷς ἢ λιχνεύοντα ἴδῃς, οὐδὲ ὅρα τὸν μουσικόν.