# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 4.134-144

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 4.134 to 4.144. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/4.134

— κακά. — τί οὖν; οὐχὶ σκέπτῃ, οὐχὶ δʼ ἔσκεψαι καὶ βεβούλευσαι. ποία γὰρ σκέψις, εἰ καθήκει μοὶ δυναμένῳ τὰ μέγιστα ἀγαθὰ ἐμαυτῷ περιποιῆσαι, τὰ μέγιστα κακὰ μὴ περιποιῆσαι; καλὴ σκέψις καὶ ἀναγκαία, πολλῆς βουλῆς δεομένη. τί ἡμῖν ἐμπαίζεις, ἄνθρωπε; οὐδέποτε τοιαύτη σκέψις γίνεται. οὐδʼ εἰ ταῖς ἀληθείαις κακὰ μὲν ἐφαντάζου τὰ αἰσχρά, τὰ δʼ ἄλλα οὐδέτερα, ἦλθες ἂν ἐπὶ ταύτην τὴν ἐπίστασιν, οὐδʼ ἐγγύς· ἀλλʼ αὐτόθεν διακρίνειν εἶχες, ὥσπερ ὄψει τῇ διανοίᾳ. πότε γὰρ σκέπτῃ, εἰ τὰ μέλανα λευκά ἐστιν, εἰ τὰ βαρέα κοῦφα; οὐχὶ δὲ τοῖς ἐναργῶς φαινομένοις ἐπακολουθεῖς; πῶς οὖν νῦν σκέπτεσθαι λέγεις, εἰ τὰ οὐδέτερα τῶν κακῶν φευκτότερα; ἀλλʼ οὐκ ἔχεις τὰ δόγματα ταῦτα, ἀλλὰ φαίνεταί σοι οὔτε ταῦτα οὐδέτερα, ἀλλὰ τὰ μέγιστα κακά, οὔτʼ ἐκεῖνα κακά, ἀλλʼ οὐδὲν πρὸς ἡμᾶς. οὕτως γὰρ ἐξ ἀρχῆς εἴθισας σεαυτόν· ποῦ εἰμι; ἐν σχολῇ. καὶ ἀκούουσί μου τίνες; λέγω μετὰ τῶν φιλοσόφων. ἀλλʼ ἐξελήλυθα τῆς σχολῆς· ἆρον ἐκεῖνα τὰ τῶν σχολαστικῶν καὶ τῶν μωρῶν. οὕτως καταμαρτυρεῖται φίλος ὑπὸ φιλοσόφου, οὕτως παρασιτεῖ φιλόσοφος, οὕτως ἐπʼ ἀργυρίῳ ἐκμισθοῖ ἑαυτόν, οὕτως ἐν συγκλήτῳ τις οὐ λέγει τὰ φαινόμενα· ἔνδοθεν τὸ δόγμα αὐτοῦ βοᾷ, οὐ ψυχρὸν καὶ ταλαίπωρον ὑποληψείδιον ἐκ λόγων εἰκαίων ὡς ἐκ τριχὸς ἠρτημένον, ἀλλὰ ἰσχυρὸν καὶ χρηστικὸν καὶ ὑπὸ τοῦ διὰ τῶν ἔργων γεγυμνάσθαι μεμυημένον. παραφύλαξον σαυτόν, πῶς ἀκούεις — οὐ λέγω, ὅτι τὸ παιδίον σου ἀπέθανεν· πόθεν σοι; ἀλλʼ ὅτι σου τὸ ἔλαιον ἐξεχέθη, ὁ οἶνος ἐξεπόθη, ἵνα τις ἐπιστὰς διατεινομένῳ σοι τοῦτʼ αὐτὸ μόνον εἴπῃ φιλόσοφε, ἄλλα λέγεις ἐν τῇ σχολῇ· τί ἡμᾶς ἐξαπατᾷς; τί σκώληξ ὢν λέγεις, ὅτι ἄνθρωπος εἶ; ἤθελον ἐπιστῆναί τινι αὐτῶν συνουσιάζοντι, ἵνα ἴδω, πῶς τείνεται καὶ ποίας φωνὰς ἀφίησιν, εἰ μέμνηται τοῦ ὀνόματος αὐτοῦ, τῶν λόγων οὓς ἀκούει ἢ λέγει ἢ ἀναγιγνώσκει. καὶ τί ταῦτα πρὸς ἐλευθερίαν;— οὐκ ἄλλα μὲν οὖν ἢ ταῦτʼ, ἄν τε θέλητε ὑμεῖς οἱ πλούσιοι ἄν τε μή.

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
