Ancient Greek
4.152 to 4.159
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 4.152-159
Not analysed yet
ἀλλὰ δύναμαί σοι δεῖξαι ἐλεύθερον, ἵνα μηκέτι ζητῇς τὸ παράδειγμα. Διογένης ἦν ἐλεύθερος. πόθεν τοῦτο; οὐχ ὅτι ἐξ ἐλευθέρων ἦν (οὐ γὰρ ἦν), ἀλλʼ ὅτι αὐτὸς ἦν, ὅτι ἀποβεβλήκει πάσας τὰς τῆς δουλείας λαβὰς οὐδʼ ἦν, ὅπως τις προσέλθῃ πρὸς αὐτὸν οὐδʼ ὅθεν λάβηται πρὸς τὸ καταδουλώσασθαι. πάντα εὔλυτα εἶχεν, πάντα μόνον προσηρτημένα. εἰ τῆς κτήσεως ἐπελάβου, αὐτὴν ἀφῆκεν ἄν σοι μᾶλλον ἢ ἠκολούθησεν διʼ αὐτήν· εἰ τοῦ σκέλους, τὸ σκέλος· εἰ ὅλου τοῦ σωματίου, ὅλον τὸ σωμάτιον· οἰκείους, φίλους, πατρίδα ὡσαύτως. ᾔδει, πόθεν ἔχει καὶ παρὰ τίνος καὶ ἐπὶ τίσιν λαβών. τοὺς μέν γʼ ἀληθινοὺς προγόνους, τοὺς θεούς, καὶ τὴν τῷ ὄντι πατρίδα οὐδεπώποτʼ ἂν ἐγκατέλιπεν οὐδὲ παρεχώρησεν ἄλλῳ μᾶλλον πείθεσθαι αὐτοῖς καὶ ὑπακούειν οὐδʼ ὑπεραπέθανεν ἂν εὐκολώτερον τῆς πατρίδος ἄλλος. οὐ γὰρ ἐζήτει ποτὲ δόξαι τι ποιεῖν ὑπὲρ τῶν ὅλων, ἀλλʼ ἐμέμνητο, ὅτι πᾶν τὸ γενόμενον ἐκεῖθέν ἐστιν καὶ ὑπὲρ ἐκείνης πράττεται καὶ ὑπὸ τοῦ διοικοῦντος αὐτὴν παρεγγυᾶται. τοιγαροῦν ὅρα, τί λέγει αὐτὸς καὶ γράφει· διὰ τοῦτό σοι, φησίν, ἔξεστιν, ὦ Διόγενες, καὶ τῷ Περσῶν βασιλεῖ καὶ Ἀρχιδάμῳ τῷ Λακεδαιμονίων ὡς βούλει διαλέγεσθαι. ἆρά γʼ ὅτι ἐξ ἐλευθέρων ἦν; πάντες γὰρ Ἀθηναῖοι καὶ πάντες Λακεδαιμόνιοι καὶ Κορίνθιοι διὰ τὸ ἐκ δούλων εἶναι οὐκ ἠδύναντο αὐτοῖς ὡς ἠβούλοντο διαλέγεσθαι, ἀλλʼ ἐδεδοίκεσαν καὶ ἐθεράπευον; διὰ τί οὖν, φησίν, ἔξεστιν; ὅτι τὸ σωμάτιον ἐμὸν οὐχ ἡγοῦμαι, ὅτι οὐδενὸς δέομαι, ὅτι ὁ νόμος μοι πάντα ἐστὶ καὶ ἄλλο οὐδέν. ταῦτα ἦν τὰ ἐλεύθερον ἐκεῖνον ἐάσαντα. καὶ ἵνα μὴ δόξῃς, ὅτι παράδειγμα δείκνυμι ἀνδρὸς ἀπεριστάτου μήτε γυναῖκα ἔχοντος μήτε τέκνα μήτε πατρίδα ἢ φίλους ἢ συγγενεῖς, ὑφʼ ὧν κάμπτεσθαι καὶ περισπᾶσθαι ἠδύνατο, λάβε Σωκράτη καὶ θέασαι γυναῖκα καὶ παιδία ἔχοντα, ἀλλὰ ὡς ἀλλότρια, πατρίδα, ἐφʼ ὅσον ἔδει καὶ ὡς ἔδει, φίλους, συγγενεῖς, πάντα ταῦτα ὑποτεταχότα τῷ νόμῳ καὶ τῇ πρὸς ἐκεῖνον εὐπειθείᾳ.