# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 4.160-169

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 4.160 to 4.169. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/4.160

διὰ τοῦτο, στρατεύεσθαι μὲν ὁπότʼ ἔδει, πρῶτος ἀπῄει κἀκεῖ ἐκινδύνευεν ἀφειδέστατα· ἐπὶ Λέοντα δʼ ὑπὸ τῶν τυράννων πεμφθείς, ὅτι αἰσχρὸν ἡγεῖτο, οὐδʼ ἐπεβουλεύσατο εἰδώς, ὅτι ἀποθανεῖν δεήσει, ἂν οὕτως τύχῃ. καὶ τί αὐτῷ διέφερεν; ἄλλο γάρ τι σῴζειν ἤθελεν· οὐ τὸ σαρκίδιον, ἀλλὰ τὸν πιστόν, τὸν αἰδήμονα. ταῦτα ἀπαρεγχείρητα, ἀνυπότακτα. εἶθʼ ὅτʼ ἀπολογεῖσθαι ἔδει ὑπὲρ τοῦ ζῆν, μή τι ὡς τέκνα ἔχων ἀναστρέφεται, μή τι ὡς γυναῖκα; ἀλλʼ ὡς μόνος. τί δʼ, ὅτε πιεῖν ἔδει τὸ φάρμακον, πῶς ἀναστρέφεται; δυνάμενος διασωθῆναι καὶ τοῦ Κρίτωνος αὐτῷ λέγοντος ὅτι ἔξελθε διὰ τὰ παιδία τί λέγει; ἕρμαιον ἡγεῖτο αὐτό; πόθεν; ἀλλὰ τὸ εὔσχημον σκοπεῖ, τἆλλα δʼ οὐδʼ ὁρᾷ, οὐδʼ ἐπιλογίζεται. οὐ γὰρ ἤθελεν, φησίν, σῶσαι τὸ σωμάτιον, ἀλλʼ ἐκεῖνο, ὃ τῷ δικαίῳ μὲν αὔξεται καὶ σῴζεται, τῷ δʼ ἀδίκῳ μειοῦται καὶ ἀπόλλυται. Σωκράτης δʼ αἰσχρῶς οὐ σῴζεται, ὁ μὴ ἐπιψηφίσας Ἀθηναίων κελευόντων, ὁ τοὺς τυράννους ὑπεριδών, ὁ τοιαῦτα περὶ ἀρετῆς καὶ καλοκἀγαθίας διαλεγόμενος· τοῦτον οὐκ ἔστι σῶσαι αἰσχρῶς, ἀλλʼ ἀποθνῄσκων σῴζεται, οὐ φεύγων. καὶ γὰρ ὁ ἀγαθὸς ὑποκριτὴς παυόμενος ὅτε δεῖ σῴζεται μᾶλλον ἢ ὑποκρινόμενος παρὰ καιρόν. τί οὖν ποιήσει τὰ παιδία; εἰ μὲν εἰς Θετταλίαν ἀπῄειν, ἐπεμελήθητε αὐτῶν· εἰς Ἅιδου δέ μου ἀποδημήσαντος οὐδεὶς ἔσται ὁ ἐπιμελησόμενος; ὅρα, πῶς ὑποκορίζεται καὶ σκώπτει τὸν θάνατον. εἰ δʼ ἐγὼ καὶ σὺ ἦμεν, εὐθὺς ἂν καταφιλοσοφήσαντες ὅτι τοὺς ἀδικοῦντας δεῖ τοῖς ἴσοις ἀμύνεσθαι καὶ προσθέντες ὅτι ὄφελος ἔσομαι πολλοῖς ἀνθρώποις σωθείς, ἀποθανὼν δʼ οὐδενί, εἰ ἄρʼ ἔδει διὰ τρώγλης ἐκδύντας, ἐξήλθομεν ἄν. καὶ πῶς ἂν ὠφελήσαμέν τινα; ποῦ γὰρ ἂν ἔτι ἔμενον ἐκεῖνοι; ἢ οἳ ὄντες ἦμεν ὠφέλιμοι, οὐχὶ πολὺ μᾶλλον ἀποθανόντες ἂν ὅτε ἔδει καὶ ὡς ἔδει ὠφελήσαμεν ἀνθρώπους; καὶ νῦν Σωκράτους ἀποθανόντος οὐθὲν ἧττον ἢ καὶ πλεῖον ὠφέλιμός ἐστιν ἀνθρώποις ἡ μνήμη ὧν ἔτι ζῶν ἔπραξεν ἢ εἶπεν.

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
