# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 4.19-26

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 4.19 to 4.26. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/4.19

νῦν δʼ ἡμεῖς οὐκ ἴσμεν, ὅτι καὶ αὐτοὶ ἄλλον τρόπον ὅμοιοι τοῖς πολλοῖς γινόμεθα. ἄλλος φοβεῖται, μὴ οὐκ ἄρξῃ· σύ, μὴ ἄρξῃς. μηδαμῶς, ἄνθρωπε. ἀλλʼ ὡς καταγελᾷς τοῦ φοβουμένου μὴ ἄρξαι, οὕτως καὶ σαυτοῦ καταγέλα. οὐδὲν γὰρ διαφέρει ἢ διψῆν πυρέσσοντα ἢ ὡς λυσσώδη ὑδροφόβον εἶναι. ἢ πῶς ἔτι δυνήσῃ εἰπεῖν τὸ τοῦ Σωκράτους εἰ ταύτῃ φίλον τῷ θεῷ, ταύτῃ γινέσθω; δοκεῖς, Σωκράτης εἰ ἐπεθύμει ἐν Λυκείῳ ἢ ἐν Ἀκαδημείᾳ σχολάζειν καὶ διαλέγεσθαι καθʼ ἡμέραν τοῖς νέοις, εὐκόλως ἂν ἐστρατεύσατο ὁσάκις ἐστρατεύσατο; οὐχὶ δʼ ὠδύρετʼ ἂν καὶ ἔστενεν τάλας ἐγώ, νῦν ἐνθάδʼ ἀτυχῶ ἄθλιος δυνάμενος ἐν Λυκείῳ ἡλιάζεσθαι; τοῦτο γάρ σου τὸ ἔργον ἦν, ἡλιάζεσθαι; οὐχὶ δὲ τὸ εὐροεῖν, τὸ ἀκώλυτον εἶναι, τὸ ἀπαραπόδιστον; καὶ πῶς ἂν ἔτι ἦν Σωκράτης, εἰ ταῦτα ὠδύρετο; πῶς ἂν ἔτι ἐν τῇ φυλακῇ παιᾶνας ἔγραφεν; ἁπλῶς οὖν ἐκείνου μέμνησο, ὅτι, πᾶν ὃ ἔξω τῆς προαιρέσεως τῆς σαυτοῦ τιμήσεις, ἀπώλεσας τὴν προαίρεσιν. ἔξω δʼ ἐστὶν οὐ μόνον ἀρχή, ἀλλὰ καὶ ἀναρχία, οὐ μόνον ἀσχολία, ἀλλὰ καὶ σχολή. νῦν οὖν ἐμὲ ἐν τῷ θορύβῳ τούτῳ διεξάγειν. τί λέγεις θορύβῳ; ἐν πολλοῖς ἀνθρώποις; καὶ τί χαλεπόν; δόξον ἐν Ὀλυμπίᾳ εἶναι, πανήγυριν αὐτὸν ἥγησαι. κἀκεῖ ἄλλος ἄλλο τι κέκραγεν, ἄλλος ἄλλο τι πράσσει, ἄλλος τῷ ἄλλῳ ἐνσείεται. ἐν τοῖς βαλανείοις ὄχλος· καὶ τίς ἡμῶν οὐ χαίρει τῇ πανηγύρει ταύτῃ καὶ ὀδυνώμενος αὐτῆς ἀπαλλάσσεται; μὴ γίνου δυσάρεστος μηδὲ κακοστόμαχος πρὸς τὰ γινόμενα. τὸ ὄξος σαπρόν, δριμὺ γάρ· τὸ μέλι σαπρόν, ἀνατρέπει γάρ μου τὴν ἕξιν· λάχανα οὐ θέλω. οὕτως καὶ σχολὴν οὐ θέλω, ἐρημία ἐστίν, ὄχλον οὐ θέλω, θόρυβός ἐστιν. ἀλλʼ ἂν μὲν οὕτως φέρῃ τὰ πράγματα, ὥστε μόνον ἢ μετʼ ὀλίγων διεξαγαγεῖν, ἡσυχίαν αὐτὸ κάλει καὶ χρῶ τῷ πράγματι, εἰς ὃ δεῖ· λάλει σεαυτῷ, γύμναζε τὰς φαντασίας, ἐξεργάζου τὰς προλήψεις. ἂν δʼ εἰς ὄχλον ἐμπέσῃς, ἀγῶνα αὐτὸ λέγε, πανήγυριν, ἑορτήν, συνεορτάζειν πειρῶ τοῖς ἀνθρώποις.

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
