# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 4.20-2-28

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 4.20 to 4.28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/4.20-2

— ἀλλὰ λέγει Ἀριστοφάνης τοὺς ὠχριῶντας, τοὺς ἀνυποδήτους λέγω. — Λέγει γὰρ καὶ ἀεροβατεῖν αὐτὸν καὶ ἐκ τῆς παλαίστρας κλέπτειν τὰ ἱμάτια. ἐπεί τοι πάντες οἱ γεγραφότες περὶ Σωκράτους πάντα τἀναντία αὐτῷ προσμαρτυροῦσιν, ὅτι ἡδὺς οὐ μόνον ἀκοῦσαι, ἀλλὰ καὶ ἰδεῖν ἦν. πάλιν περὶ Διογένους ταὐτὰ γράφουσι. δεῖ γὰρ μηδὲ κατὰ τὴν ἀπὸ τοῦ σώματος ἔμφασιν ἀπὸ φιλοσοφίας ἀποσοβεῖν τοὺς πολλούς, ἀλλʼ ὥσπερ τὰ ἄλλα εὔθυμον καὶ ἀτάραχον ἐπιδεικνύειν αὑτὸν οὕτως καὶ ἀπὸ τοῦ σώματος. ἴδετε, ὦ ἄνθρωποι, ὅτι οὐδὲν ἔχω, οὐδενὸς δέομαι· ἴδετε, πῶς ἄοικος ὢν καὶ ἄπολις καὶ φυγάς, ἂν οὕτως τύχῃ, καὶ ἀνέστιος πάντων τῶν εὐπατριδῶν καὶ πλουσίων ἀταραχώτερον διάγω καὶ εὐρούστερον. ἀλλὰ καὶ τὸ σωμάτιον ὁρᾶτε ὅτι οὐ κακοῦται ὑπὸ τῆς αὐστηρᾶς διαίτης. ἂν δέ μοι ταῦτα λέγῃ τις ἀνθρώπου σχῆμα καταδίκου ἔχων καὶ πρόσωπον, τίς με πείσει θεῶν προσελθεῖν φιλοσοφίᾳ, ἥ γε τοιούτους ποιεῖ; μὴ γένοιτο· οὐδʼ, εἰ σοφὸς ἔμελλον εἶναι, ἤθελον. ἐγὼ μὲν νὴ τοὺς θεοὺς τὸν νέον τὸν πρώτως κινούμενον θέλω μᾶλλον ἐλθεῖν πρός με πεπλασμένον τὴν κόμην ἢ κατεφθινηκότα καὶ ῥυπαρόν. βλέπεται γάρ τις ἐν ἐκείνῳ τοῦ καλοῦ φαντασία, ἔφεσις δὲ τοῦ εὐσχήμονος. ὅπου δʼ αὐτὸ εἶναι φαντάζεται, ἐκεῖ καὶ φιλοτεχνεῖ. λοιπὸν ὑποδεῖξαι μόνον αὐτῷ δεῖ καὶ εἰπεῖν νεανίσκε, τὸ καλὸν ζητεῖς καὶ εὖ ποιεῖς. ἴσθι οὖν, ὅτι ἐκεῖ φύεται, ὅπου τὸν λόγον ἔχεις· ἐκεῖ αὐτὸ ζήτει, ὅπου τὰς ὁρμὰς καὶ τὰς ἀφορμάς, ὅπου τὰς ὀρέξεις, τὰς ἐκκλίσεις. τοῦτο γὰρ ἔχεις ἐν σεαυτῷ ἐξαίρετον, τὸ σωμάτιον δὲ φύσει πηλός ἐστιν. τί πονεῖς εἰκῇ περὶ αὐτό; εἰ μηδὲν ἕτερον, τῷ χρόνῳ γνώσῃ, ὅτι οὐδέν ἐστιν. ἂν δέ μοι ἔλθῃ κεκοπρωμένος, ῥυπαρός, μύστακα ἔχων μέχρι τῶν γονάτων, τί αὐτῷ εἰπεῖν ἔχω, ἀπὸ ποίας αὐτὸν ὁμοιότητος ἐπαγαγεῖν;

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
