# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 4.23-2-30

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 4.23 to 4.30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/4.23-2

ἐπαρχίαι διαδίδονται· ὄψεται τὰ παιδία. ἀργύριον· ὄψεται τὰ παιδία. στρατηγία, ὑπατεία· διαρπαζέτω τὰ παιδία· ἐκκλειέσθω, τυπτέσθω, καταφιλείτω τὰς χεῖρας τοῦ διδόντος, τῶν δούλων· ἐμοὶ δʼ ἰσχαδοκάρυόν ἐστιν. τί οὖν, ἂν ἀπὸ τύχης ῥιπτοῦντος αὐτοῦ ἔλθῃ εἰς τὸν κόλπον ἰσχάς; ἄρας κατάφαγε· μέχρι τοσούτου γὰρ ἔστι καὶ ἰσχάδα τιμῆσαι. ἵνα δὲ κύψω καὶ ἄλλον ἀνατρέψω ἢ ὑπʼ ἄλλου ἀνατραπῶ καὶ κολακεύσω τοὺς εἰσιόντας, οὐκ ἀξία οὔτʼ ἰσχὰς οὔτʼ ἄλλο τι τῶν οὐκ ἀγαθῶν, ἅ με ἀναπεπείκασιν οἱ φιλόσοφοι μὴ δοκεῖν ἀγαθὰ εἶναι. δείκνυέ μοι τὰς μαχαίρας τῶν δορυφόρων. ἰδοῦ, ἡλίκαι εἰσὶ καὶ πῶς ὀξεῖαι. τί οὖν ποιοῦσιν αἱ μεγάλαι αὗται μάχαιραι καὶ ὀξεῖαι; ἀποκτιννύουσιν. πυρετὸς δὲ τί ποιεῖ; ἄλλο οὐδέν. κεραμὶς δὲ τί ποιεῖ; ἄλλο οὐδέν. θέλεις οὖν πάντα ταῦτα θαυμάζω καὶ προσκυνῶ καὶ δοῦλος πάντων περιέρχωμαι; μὴ γένοιτο· ἀλλʼ ἅπαξ μαθών, ὅτι τὸ γενόμενον καὶ φθαρῆναι δεῖ, ἵνα ὁ κόσμος μὴ ἵστηται μηδʼ ἐμποδίζηται, οὐκέτι διαφέρομαι, πότερον πυρετὸς αὐτὸ ποιήσει ἢ κεραμὶς ἢ στρατιώτης, ἀλλʼ εἰ δεῖ συγκρῖναι, οἶδʼ ὅτι ἀπονώτερον αὐτὸ καὶ ταχύτερον ὁ στρατιώτης ποιήσει. ὅταν οὖν μήτε φοβῶμαί τι ὧν διαθεῖναί με δύναται μήτʼ ἐπιθυμῶ τινος ὧν παρασχεῖν, τί ἔτι θαυμάζω αὐτόν, τί ἔτι τέθηπα; τί φοβοῦμαι τοὺς δορυφόρους; τί χαίρω, ἄν μοι φιλανθρώπως λαλήσῃ καὶ ἀποδέξηταί με, καὶ ἄλλοις διηγοῦμαι, πῶς μοι ἐλάλησεν; μὴ γὰρ Σωκράτης ἐστίν, μὴ γὰρ Διογένης, ἵνʼ ὁ ἔπαινος αὐτοῦ ἀπόδειξις ᾖ περὶ ἐμοῦ; μὴ γὰρ τὸ ἦθος ἐζήλωκα αὐτοῦ; ἀλλὰ τὴν παιδιὰν σῴζων ἔρχομαι πρὸς αὐτὸν καὶ ὑπηρετῶ, μέχρις ἂν ὅτου μηδὲν ἀβέλτερον κελεύῃ μηδʼ ἄρρυθμον. ἂν δέ μοι λέγῃ ἄπελθε ἐπὶ Λέοντα τὸν Σαλαμίνιον, λέγω αὐτῷ ζήτει ἄλλον· ἐγὼ γὰρ οὐκέτι παίζω.

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
