Ancient Greek
4.24 to 4.31
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 4.24-31
Not analysed yet
τί ἔργον καλοῦ καὶ ἀγαθοῦ; μαθητὰς πολλοὺς ἔχειν; οὐδαμῶς. ὄψονται οἱ περὶ τοῦτο ἐσπουδακότες. ἀλλὰ θεωρήματα δύσκολα ἀκριβοῦν; ὄψονται καὶ περὶ τούτων ἄλλοι. ποῦ οὖν αὐτὸς καὶ ἦν τις καὶ εἶναι ἤθελεν; ὅπου βλάβη καὶ ὠφέλεια. εἴ μέ τις, φησίν, βλάψαι δύναται, ἐγὼ οὐδὲν ποιῶ· εἰ ἄλλον περιμένω, ἵνα με ὠφελήσῃ, ἐγὼ οὐδέν εἰμι. θέλω τι καὶ οὐ γίνεται· ἐγὼ ἀτυχής εἰμι. εἰς τοσοῦτο σκάμμα προεκαλεῖτο πάντα ὁντιναοῦν καὶ οὐκ ἄν μοι δοκεῖ ἐκστῆναι οὐδενί —τί δοκεῖτε; καταγγέλλων καὶ λέγων ἐγὼ τοιοῦτός εἰμι; μὴ γένοιτο, ἀλλὰ ὢν τοιοῦτος. πάλιν γὰρ τοῦτο μωροῦ καὶ ἀλαζόνος ἐγὼ ἀπαθής εἰμι καὶ ἀτάραχος· μὴ ἀγνοεῖτε, ὦ ἄνθρωποι, ὅτι ὑμῶν κυκωμένων καὶ θορυβουμένων περὶ τὰ μηδενὸς ἄξια μόνος ἐγὼ ἀπήλλαγμαι πάσης ταραχῆς. οὕτως οὐκ ἀρκεῖ σοι τὸ μηδὲν ἀλγεῖν, ἂν μὴ κηρύσσῃς συνέλθετε πάντες οἱ ποδαγρῶντες, οἱ κεφαλαλγοῦντες, οἱ πυρέσσοντες, οἱ χωλοί, οἱ τυφλοί, καὶ ἴδετέ με ἀπὸ παντὸς πάθους ὑγιᾶ; τοῦτο κενὸν καὶ φορτικόν, εἰ μή τι ὡς ὁ Ἀσκληπιὸς εὐθὺς ὑποδεῖξαι δύνασαι, πῶς θεραπεύοντες εὐθὺς ἔσονται ἄνοσοι κἀκεῖνοι, καὶ εἰς τοῦτο φέρεις παράδειγμα τὴν ὑγίειαν τὴν σεαυτοῦ. τοιοῦτος γάρ τίς ἐστιν ὁ Κυνικὸς τοῦ σκήπτρου καὶ διαδήματος ἠξιωμένος παρὰ τοῦ Διὸς καὶ λέγων ἵνʼ ἴδητε, ὦ ἄνθρωποι, ὅτι τὴν εὐδαιμονίαν καὶ ἀταραξίαν οὐχ ὅπου ἐστὶ ζητεῖτε, ἀλλʼ ὅπου μή ἐστιν, ἰδοὺ ἐγὼ ὑμῖν παράδειγμα ὑπὸ τοῦ θεοῦ ἀπέσταλμαι μήτε κτῆσιν ἔχων μήτε οἶκον μήτε γυναῖκα μήτε τέκνα, ἀλλὰ μηδʼ ὑπόστρωμα μηδὲ χιτῶνα μηδὲ σκεῦος· καὶ ἴδετε, πῶς ὑγιαίνω· πειράθητέ μου κἂν ἴδητε ἀτάραχον, ἀκούσατε τὰ φάρμακα καὶ ὑφʼ ὧν ἐθεραπεύθην.