# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 4.28-36

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 4.28 to 4.36. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/4.28

εἶτα οὐ θέλομεν τὴν μόνην δεδομένην ἡμῖν ἀσφάλειαν ἐχυρὰν ποιεῖν; οὐδʼ ἀποστάντες τῶν θνητῶν καὶ δούλων τὰ ἀθάνατα καὶ φύσει ἐλεύθερα ἐκπονεῖν; οὐδὲ μεμνήμεθα, ὅτι οὔτε βλάπτει ἄλλος ἄλλον οὔτε ὠφελεῖ, ἀλλὰ τὸ περὶ ἑκάστου τούτων δόγμα, τοῦτό ἐστι τὸ βλάπτον, τοῦτο τὸ ἀνατρέπον, τοῦτο μάχη, τοῦτο στάσις, τοῦτο πόλεμος; Ἐτεοκλέα καὶ Πολυνείκη τὸ πεποιηκὸς οὐκ ἄλλο ἢ τοῦτο, τὸ δόγμα τὸ περὶ τυραννίδος, τὸ δόγμα τὸ περὶ φυγῆς, ὅτι τὸ μὲν ἔσχατον τῶν κακῶν, τὸ δὲ μέγιστον τῶν ἀγαθῶν. φύσις δʼ αὕτη παντός, τὸ διώκειν τὸ ἀγαθόν, φεύγειν τὸ κακόν· τὸν ἀφαιρούμενον θατέρου καὶ περιβάλλοντα τῷ ἐναντίῳ, τοῦτον ἡγεῖσθαι πολέμιον, ἐπίβουλον, κἂν ἀδελφὸς ᾖ, κἂν υἱός, κἂν πατήρ. τοῦ γὰρ ἀγαθοῦ συγγενέστερον οὐδέν· λοιπὸν εἰ ταῦτα ἀγαθὰ καὶ κακά, οὔτε πατὴρ υἱοῖς φίλος οὔτʼ ἀδελφὸς ἀδελφῷ, πάντα δὲ πανταχοῦ μεστὰ πολεμίων, ἐπιβούλων, συκοφαντῶν. εἰ δʼ οἵα δεῖ προαίρεσις, τοῦτο μόνον ἀγαθόν ἐστιν, καὶ οἵα μὴ δεῖ, τοῦτο μόνον κακόν, ποῦ ἔτι μάχη, ποῦ λοιδορία; περὶ τίνων; περὶ τῶν οὐδὲν πρὸς ἡμᾶς; πρὸς τίνας; πρὸς τοὺς ἀγνοοῦντας, πρὸς τοὺς δυστυχοῦντας, πρὸς τοὺς ἠπατημένους περὶ τῶν μεγίστων; τούτων Σωκράτης μεμνημένος τὴν οἰκίαν τὴν αὑτοῦ ᾤκει γυναικὸς ἀνεχόμενος τραχυτάτης, υἱοῦ ἀγνώμονος. τραχεῖα γὰρ πρὸς τί ἦν; ἵνʼ ὕδωρ καταχέῃ τῆς κεφαλῆς ὅσον καὶ θέλει, ἵνα καταπατήσῃ τὸν πλακοῦντα· καὶ τί πρὸς ἐμέ, ἂν ὑπολάβω, ὅτι ταῦτα οὐκ ἔστι πρὸς ἐμέ; τοῦτο δʼ ἐμὸν ἔργον ἐστὶ καὶ οὔτε τύραννος κωλύσει με θέλοντα οὔτε δεσπότης οὔτε οἱ πολλοὶ τὸν ἕνα οὔθʼ ὁ ἰσχυρότερος τὸν ἀσθενέστερον· τοῦτο γὰρ ἀκώλυτον δέδοται ὑπὸ τοῦ θεοῦ ἑκάστῳ. ταῦτα τὰ δόγματα ἐν οἰκίᾳ φιλίαν ποιεῖ, ἐν πόλει ὁμόνοιαν, ἐν ἔθνεσιν εἰρήνην, πρὸς θεὸν εὐχάριστον, πανταχοῦ θαρροῦντα, ὡς περὶ τῶν ἀλλοτρίων, ὡς περὶ οὐδενὸς ἀξίων. ἀλλʼ ἡμεῖς γράψαι μὲν καὶ ἀναγνῶναι ταῦτα καὶ ἀναγιγνωσκόμενα ἐπαινέσαι ἱκανοί, πεισθῆναι δʼ οὐδʼ ἐγγύς.

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
