# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 4.32-2-36

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 4.32 to 4.36. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/4.32-2

ναί, φησίν, ἀλλʼ ᾤμην, ὅτι ἐκεῖνος ἐπιβιώσεταί μοι καὶ αὐξήσει μου τὸν υἱόν. μωρὸς γὰρ ἦς καὶ τὰ ἄδηλα ᾤου. τί οὖν οὐκ ἐγκαλεῖς σεαυτῷ, ἀλλὰ κλαίων κάθησαι ὡς τὰ κοράσια; ἀλλʼ ἐκεῖνός μοι φαγεῖν παρετίθει. ἔζη γάρ, μωρέ· νῦν δʼ οὐ δύναται. ἀλλʼ Αὐτομέδων σοι παραθήσει· ἂν δὲ καὶ Αὐτομέδων ἀποθάνῃ, ἄλλον εὑρήσεις. ἂν δʼ ἡ χύτρα, ἐν ᾗ ἥψετό σοι τὸ κρέας, καταγῇ, λιμῷ σε δεῖ ἀποθανεῖν, ὅτι μὴ ἔχεις τὴν συνήθη χύτραν; οὐ πέμπεις καὶ ἄλλην καινὴν ἀγοράζεις; οὐ μὲν γάρ τι, φησίν, κακώτερον ἄλλο πάθοιμι. τοῦτο γάρ σοι κακόν ἐστιν; εἶτʼ ἀφεὶς τοῦτο ἐξελεῖν αἰτιᾷ τὴν μητέρα, ὅτι σοι οὐ προεῖπεν, ἵνʼ ὀδυνώμενος ἐξ ἐκείνου διατελῇς; τί δοκεῖτε; μὴ ἐπίτηδες ταῦτα συνθεῖναι Ὅμηρον, ἵνʼ ἴδωμεν, ὅτι οἱ εὐγενέστατοι, οἱ ἰσχυρότατοι, οἱ πλουσιώτατοι, οἱ εὐμορφότατοι, ὅταν οἷα δεῖ δόγματα μὴ ἔχωσιν, οὐδὲν κωλύονται ἀθλιώτατοι εἶναι καὶ δυστυχέστατοι;

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
