# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 4.35-45

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 4.35 to 4.45. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/4.35

ἂν ἅπαξ εἴπῃς πότε τις εἰς Ἀθήνας ἀπέλθῃ;, ἀπώλου. ἀνάγκη γε ταύτην τὴν ὄρεξιν ἀτελῆ μὲν οὖσαν ἀτυχῆ σε ποιεῖν, τελειωθεῖσαν δὲ κενόν, ἐφʼ οἷς οὐ δεῖ ἐπαιρόμενον· πάλιν ἂν ἐμποδισθῇς, δυστυχῆ, περιπίπτοντα οἷς οὐ θέλεις. ἄφες οὖν ταῦτα πάντα. καλαὶ αἱ Ἀθῆναι. ἀλλὰ τὸ εὐδαιμονεῖν κάλλιον πολύ, τὸ ἀπαθῆ εἶναι, τὸ ἀτάραχον, τὸ ἐπὶ μηδενὶ κεῖσθαι τὰ σὰ πράγματα. θόρυβος ἐν Ῥώμῃ καὶ ἀσπασμοί. ἀλλὰ τὸ εὐροεῖν ἀντὶ πάντων τῶν δυσκόλων. εἰ οὖν τούτων καιρός ἐστιν, διὰ τί οὐκ αἴρεις αὐτῶν τὴν ἔκκλισιν; τίς ἀνάγκη ὡς ὄνον ξυλοκοπούμενον ἀχθοφορεῖν; εἰ δὲ μή, ὅρα ὅτι δεῖ σε δουλεύειν ἀεὶ τῷ δυναμένῳ σοι διαπράξασθαι τὴν ἔξοδον, τῷ πᾶν ἐμποδίσαι δυναμένῳ κἀκεῖνον θεραπεύειν ὡς Κακοδαίμονα. μία ὁδὸς ἐπὶ εὔροιαν ( τοῦτο καὶ ὄρθρου καὶ μεθʼ ἡμέραν καὶ νύκτωρ ἔστω πρόχειρον), ἀπόστασις τῶν ἀπροαιρέτων, τὸ μηδὲν ἴδιον ἡγεῖσθαι, τὸ παραδοῦναι πάντα τῷ δαιμονίῳ, τῇ τύχῃ, ἐκείνους ἐπιτρόπους αὐτῶν ποιήσασθαι, οὓς καὶ ὁ Ζεὺς πεποίηκεν, αὐτὸν δὲ πρὸς ἑνὶ εἶναι μόνῳ, τῷ ἰδίῳ, τῷ ἀκωλύτῳ, καὶ ἀναγιγνώσκειν ἐπὶ τοῦτο ἀναφέροντα τὴν ἀνάγνωσιν καὶ γράφειν καὶ ἀκούειν. διὰ τοῦτο οὐ δύναμαι εἰπεῖν φιλόπονον, ἂν ἀκούσω τοῦτο μόνον, ὅτι ἀναγιγνώσκει ἢ γράφει, κἂν προσθῇ τις, ὅτι ὅλας τὰς νύκτας, οὔπω λέγω, ἂν μὴ γνῶ τὴν ἀναφοράν. οὐδὲ γὰρ σὺ λέγεις φιλόπονον τὸν διὰ παιδισκάριον ἀγρυπνοῦντα· οὐ τοίνυν οὐδʼ ἐγώ. ἀλλʼ ἐὰν μὲν ἕνεκα δόξης αὐτὸ ποιῇ, λέγω φιλόδοξον, ἂν δʼ ἕνεκα ἀργυρίου, φιλάργυρον, οὐ φιλόπονον. ἂν δʼ ἐπὶ τὸ ἴδιον ἡγεμονικὸν ἀναφέρῃ τὸν πόνον, ἵνʼ ἐκεῖνο κατὰ φύσιν ἔχῃ καὶ διεξάγῃ, τότε λέγω μόνον φιλόπονον. μηδέποτε γὰρ ἀπὸ τῶν κοινῶν μήτʼ ἐπαινεῖτε μήτε ψέγετε, ἀλλὰ ἀπὸ δογμάτων. ταῦτα γάρ ἐστι τὰ ἴδια ἑκάστου, τὰ καὶ τὰς πράξεις αἰσχρὰς ἢ καλὰς ποιοῦντα· τούτων μεμνημένος χαῖρε τοῖς παροῦσιν καὶ ἀγάπα ταῦτα, ὧν καιρός ἐστιν.

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
