# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 4.38-46

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 4.38 to 4.46. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/4.38

ὅμως δʼ ἐὰν δακτυλίους, φησίν, λάβω, τότε γʼ εὐρούστατα διάξω καὶ εὐδαιμονέστατα. πρῶτον μὲν ἵνα λάβῃ, πάσχει ὧν ἐστιν ἄξιος· εἶτα λαβὼν πάλιν ταὐτά. εἶτά φησιν ἂν μὲν στρατεύσωμαι, ἀπηλλάγην πάντων τῶν κακῶν. στρατεύεται, πάσχει ὅσα μαστιγίας καὶ οὐδὲν ἧττον δευτέραν αἰτεῖ στρατείαν καὶ τρίτην. εἶθʼ ὅταν αὐτὸν τὸν κολοφῶνα ἐπιθῇ καὶ γένηται συγκλητικός, τότε γίνεται δοῦλος εἰς σύλλογον ἐρχόμενος, τότε τὴν καλλίστην καὶ λιπαρωτάτην δουλείαν δουλεύει. ἵνα μὴ μωρὸς ᾖ, ἀλλʼ ἵνα μάθῃ, ἃ ἔλεγεν ὁ Σωκράτης, τί ἐστι τῶν ὄντων ἕκαστον, καὶ μὴ εἰκῇ τὰς προλήψεις ἐφαρμόζῃ ταῖς ἐπὶ μέρους οὐσίαις. τοῦτο γάρ ἐστι τὸ αἴτιον τοῖς ἀνθρώποις πάντων τῶν κακῶν, τὸ τὰς προλήψεις τὰς κοινὰς μὴ δύνασθαι ἐφαρμόζειν. τοῖς ἐπὶ μέρους. ἡμεῖς δʼ ἄλλοι ἄλλο οἰόμεθα. ὁ μὲν ὅτι νοσεῖ. οὐδαμῶς, ἀλλʼ ὅτι τὰς προλήψεις οὐκ ἐφαρμόζει. ὁ δʼ ὅτι πτωχός ἐστιν, ὁ δʼ ὅτι πατέρα χαλεπὸν ἔχει ἢ μητέρα, τῷ δʼ ὅτι ὁ Καῖσαρ οὐχ ἵλεώς ἐστιν. τοῦτο δʼ ἐστὶν ἓν καὶ μόνον τὸ τὰς προλήψεις ἐφαρμόζειν μὴ εἰδέναι. ἐπεὶ τίς οὐκ ἔχει κακοῦ πρόληψιν, ὅτι βλαβερόν ἐστιν, ὅτι φευκτόν ἐστιν, ὅτι παντὶ τρόπῳ ἀποικονόμητόν ἐστιν; πρόληψις προλήψει οὐ μάχεται, ἀλλʼ ὅταν ἔλθῃ ἐπὶ τὸ ἐφαρμόζειν. τί οὖν τὸ κακόν ἐστι τοῦτο καὶ βλαβερὸν καὶ φευκτόν; λέγει τὸ Καίσαρος μὴ εἶναι φίλον· ἀπῆλθεν, ἀπέπεσεν τῆς ἐφαρμογῆς, θλίβεται, ζητεῖ τὰ μηδὲν πρὸς τὸ προκείμενον· ὅτι τυχὼν τοῦ φίλος εἶναι Καίσαρος οὐδὲν ἧττον τοῦ ζητουμένου οὐ τέτευχεν. τί γάρ ἐστιν, ὃ ζητεῖ πᾶς ἄνθρωπος; εὐσταθῆσαι, εὐδαιμονῆσαι, πάντα ὡς θέλει ποιεῖν, μὴ κωλύεσθαι, μὴ ἀναγκάζεσθαι. ὅταν οὖν γένηται Καίσαρος φίλος, πέπαυται κωλυόμενος, πέπαυται ἀναγκαζόμενος, εὐσταθεῖ, εὐροεῖ; τίνος πυθώμεθα; τίνα ἔχομεν ἀξιοπιστότερον ἢ αὐτὸν τοῦτον τὸν γεγονότα φίλον;

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
