# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 4.4

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, Book 4, πρὸς τοὺς ἐπὶ τῷ ἐλεεῖσθαι ὀδυνωμένους.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/4.4

τούτων γὰρ τὰ μὲν δεύτερα ἀλαζόνος καὶ ψυχροῦ καὶ οὐδενὸς ἀξίου. καὶ ἡ προσποίησις ὅρα διʼ οἵων ἂν γένοιτο· δουλάριά σε χρήσασθαι δεήσει καὶ ἀργυρωμάτια ὀλίγα κεκτῆσθαι καὶ ταῦτα ἐν φανερῷ δεικνύειν, εἰ οἷόν τε, ταὐτὰ πολλάκις καὶ λανθάνειν πειρᾶσθαι ὅτι ταὐτά ἐστιν, καὶ ἱματίδια στιλπνὰ καὶ τὴν ἄλλην πομπὴν καὶ τὸν τιμώμενον ἐπιφαίνειν ὑπὸ τῶν ἐπιφανῶν τούτων καὶ δειπνεῖν πειρᾶσθαι παρʼ αὐτοῖς ἢ δοκεῖν γε, ὅτι δειπνεῖς, καὶ περὶ τὸ σῶμα δέ τινα κακοτεχνεῖν, ὡς εὐμορφότερον φαίνεσθαι καὶ γενναιότερον τοῦ ὄντος·

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
