# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 4.40-2-43

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 4.40 to 4.43. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/4.40-2

ἄφες ἡμᾶς γε κατὰ φύσιν πεπανθῆναι. τί ἡμᾶς ἀποδύεις, τί βιάζῃ; οὔπω δυνάμεθα ἐνεγκεῖν τὸν ἀέρα. ἔασον τὴν ῥίζαν αὐξηθῆναι, εἶτα γόνυ λαβεῖν τὸ πρῶτον, εἶτα τὸ δεύτερον, εἶτα τὸ τρίτον· εἶθʼ οὕτως ὁ καρπὸς ἐκβιάσεται τὴν φύσιν, κἂν ἐγὼ μὴ θέλω. τίς γὰρ ἐγκύμων γενόμενος καὶ πλήρης τηλικούτων δογμάτων οὐχὶ αἰσθάνεταί τε τῆς αὑτοῦ παρασκευῆς καὶ ἐπὶ τὰ κατάλληλα ἔργα ὁρμᾷ; ἀλλὰ ταῦρος μὲν οὐκ ἀγνοεῖ τὴν αὑτοῦ φύσιν καὶ παρασκευήν, ὅταν ἐπιφανῇ τι θηρίον, οὐδʼ ἀναμένει τὸν προτρεψόμενον, οὐδὲ κύων, ὅταν ἴδῃ τι τῶν ἀγρίων ζῴων· ἐγὼ δʼ ἂν ἴσχω τὴν ἀνδρὸς ἀγαθοῦ παρασκευήν, ἐκδέξομαι, ἵνα με σὺ παρασκευάσῃς ἐπὶ τὰ οἰκεῖα ἔργα; νῦν δʼ οὔπω ἔχω, πίστευσόν μοι. τί οὖν με πρὸ ὥρας ἀποξηρᾶναι θέλεις, ὡς αὐτὸς ἐξηράνθης;

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
