# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 4.46

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, Book 4, πρὸς τοὺς περὶ τὸ ἐν ἡσυχίᾳ διάγειν ἐσπουδακότας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/4.46

εἴ τινα ὁρᾷς, ὧν ἔμαθες καὶ διεσκέψω, ἀπαντῶντά σοι εἰς τὰ ἔργα, εὐφραίνου ἐπʼ αὐτοῖς. εἰ τὸ κακόηθες καὶ λοίδορον ἀποτέθεισαι, μεμείωκας, εἰ τὸ προπετές, εἰ τὸ αἰσχρολόγον, εἰ τὸ εἰκαῖον, εἰ τὸ ἐπισεσυρμένον, εἰ οὐ κινῇ ἐφʼ οἷς πρότερον, εἰ οὐχ ὁμοίως γʼ ὡς πρότερον, ἑορτὴν ἄγειν δύνασαι καθʼ ἡμέραν, σήμερον, ὅτι καλῶς ἀνεστράφης ἐν τῷδε τῷ ἔργῳ, αὔριον, ὅτι ἐν ἑτέρῳ.

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
