# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 4.5-13

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 4.5 to 4.13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/4.5

ταῦτά σε δεῖ μηχανᾶσθαι, εἰ τὴν δευτέραν ὁδὸν ἀπιέναι θέλεις ὥστε μὴ ἐλεεῖσθαι. ἡ πρώτη δὲ καὶ ἀνήνυτος καὶ μακρά, ὃ ὁ Ζεὺς οὐκ ἠδυνήθη ποιῆσαι, τοῦτο αὐτὸ ἐπιχειρεῖν, πάντας ἀνθρώπους πεῖσαι, τίνα ἐστὶν ἀγαθὰ καὶ κακά. μὴ γὰρ δέδοταί σοι τοῦτο; ἐκεῖνο μόνον σοι δέδοται, σαυτὸν πεῖσαι. καὶ οὔπω πέπεικας· εἶτά μοι νῦν ἐπιχειρεῖς πείθειν τοὺς ἄλλους; καὶ τίς σοι τοσούτῳ χρόνῳ σύνεστιν ὡς σὺ σαυτῷ; τίς δὲ οὕτως πιθανός ἐστί σοι πρὸς τὸ πεῖσαι ὡς σὺ σαυτῷ; τίς δʼ εὐνούστερον καὶ οἰκειότερον ἔχων ἢ σὺ σαυτῷ; πῶς οὖν οὔπω πέπεικας σαυτὸν μαθεῖν; νῦν οὐχὶ ἄνω κάτω; τοῦτʼ ἔστι περὶ ὃ ἐσπούδακας; οὐ μανθάνειν, ὥστε ἄλυπος εἶναι καὶ ἀτάραχος καὶ ἀταπείνωτος καὶ ἐλεύθερος; πρὸς ταῦτα οὖν οὐκ ἀκήκοας, ὅτι μία ἐστὶν ἡ ὁδὸς ἡ φέρουσα, ἀφεῖναι τὰ ἀπροαίρετα καὶ ἐκστῆναι αὐτῶν καὶ ὁμολογῆσαι αὐτὰ ἀλλότρια; τὸ οὖν ἄλλον τι ὑπολαβεῖν περὶ σοῦ ποίου εἴδους ἐστίν; — τοῦ ἀπροαιρέτου. — οὐκοῦν οὐδὲν πρὸς σέ; — οὐδέν. — ἔτι οὖν δακνόμενος ἐπὶ τούτῳ καὶ ταρασσόμενος οἴει πεπεῖσθαι περὶ ἀγαθῶν καὶ κακῶν; οὐ θέλεις οὖν ἀφεὶς τοὺς ἄλλους αὐτὸς σαυτῷ γενέσθαι καὶ μαθητὴς καὶ διδάσκαλος; ὄψονται οἱ ἄλλοι, εἰ λυσιτελεῖ αὐτοῖς παρὰ φύσιν ἔχειν καὶ διεξάγειν, ἐμοὶ δʼ οὐδείς ἐστιν ἐγγίων ἐμοῦ. τί οὖν τοῦτό ἐστιν, ὅτι τοὺς μὲν λόγους ἀκήκοα τοὺς τῶν φιλοσόφων καὶ συγκατατίθεμαι αὐτοῖς, ἔργῳ δʼ οὐδὲν γέγονα κουφότερος; μή τι οὕτως ἀφυής εἰμι; καὶ μὴν περὶ τὰ ἄλλα, ὅσα ἐβουλήθην, οὐ λίαν ἀφυὴς εὑρέθην, ἀλλὰ καὶ γράμματα ταχέως ἔμαθον καὶ παλαίειν καὶ γεωμετρεῖν καὶ συλλογισμοὺς ἀναλύειν. μή τι οὖν οὐ πέπεικέ με ὁ λόγος; καὶ μὴν οὐκ ἄλλα τινὰ οὕτως ἐξ ἀρχῆς ἐδοκίμασα ἣ εἱλόμην καὶ νῦν περὶ τούτων ἀναγιγνώσκω, ταῦτα ἀκούω, ταῦτα γράφω· ἄλλον οὐχ εὑρήκαμεν μέχρι νῦν ἰσχυρότερον τούτου λόγον.

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
