# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 4.6-14

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 4.6 to 4.14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/4.6

εἶτα ὑπὸ μανίας μὲν δύναταί τις οὕτως διατεθῆναι πρὸς ταῦτα καὶ ὑπὸ ἔθους οἱ Γαλιλαῖοι· ὑπὸ λόγου δὲ καὶ ἀποδείξεως οὐδεὶς δύναται μαθεῖν, ὅτι ὁ θεὸς πάντα πεποίηκεν τὰ ἐν τῷ κόσμῳ καὶ αὐτὸν τὸν κόσμον ὅλον μὲν ἀκώλυτον καὶ αὐτοτελῆ, τὰ ἐν μέρει δʼ αὐτοῦ πρὸς χρείαν τῶν ὅλων; τὰ μὲν οὖν ἄλλα πάντα ἀπήλλακται τοῦ δύνασθαι παρακολουθεῖν τῇ διοικήσει αὐτοῦ· τὸ δὲ λογικὸν ζῷον ἀφορμὰς ἔχει πρὸς ἀναλογισμὸν τούτων ἁπάντων, ὅτι τε μέρος ἐστὶ καὶ ποῖόν τι μέρος καὶ ὅτι τὰ μέρη τοῖς ὅλοις εἴκειν ἔχει καλῶς. πρὸς τούτοις δὲ φύσει γενναῖον καὶ μεγαλόψυχον καὶ ἐλεύθερον γενόμενον ὁρᾷ, διότι τῶν περὶ αὐτὸ τὰ μὲν ἀκώλυτα ἔχει καὶ ἐπʼ αὐτῷ, τὰ δὲ κωλυτὰ καὶ ἐπʼ ἄλλοις· ἀκώλυτα μὲν τὰ προαιρετικά, κωλυτὰ δὲ τὰ ἀπροαίρετα. καὶ διὰ τοῦτο, ἐὰν μὲν ἐν τούτοις μόνοις ἡγήσηται τὸ ἀγαθὸν τὸ αὑτοῦ καὶ συμφέρον, τοῖς ἀκωλύτοις καὶ ἐφʼ ἑαυτῷ, ἐλεύθερον ἔσται, εὔρουν, εὔδαιμον, ἀβλαβές, μεγαλόφρον, εὐσεβές, χάριν ἔχον ὑπὲρ πάντων τῷ θεῷ, μηδαμοῦ μεμφόμενον μηδενὶ τῶν γενομένων, μηδενὶ ἐγκαλοῦν· ἂν δʼ ἐν τοῖς ἐκτὸς καὶ ἀπροαιρέτοις, ἀνάγκη κωλύεσθαι αὐτό, ἐμποδίζεσθαι, δουλεύειν τοῖς ἐκείνων ἔχουσιν ἐξουσίαν, ἃ τεθαύμακεν καὶ φοβεῖται, ἀνάγκη δʼ ἀσεβὲς εἶναι ἅτε βλάπτεσθαι οἰόμενον ὑπὸ τοῦ θεοῦ καὶ ἄνισον, ἀεὶ αὑτῷ τοῦ πλείονος περιποιητικόν, ἀνάγκη δὲ καὶ ταπεινὸν εἶναι καὶ μικροπρεπές. ταῦτα τί κωλύει διαλαβόντα ζῆν κούφως καὶ εὐηνίως, πάντα τὰ συμβαίνειν δυνάμενα πρᾴως ἐκδεχόμενον, τὰ δʼ ἤδη συμβεβηκότα φέροντα; θέλεις πενίαν; φέρε καὶ γνώσῃ, τί ἐστι πενία τυχοῦσα καλοῦ ὑποκριτοῦ. θέλεις ἀρχάς; φέρε, καὶ πόνους. ἀλλʼ ἐξορισμόν; ὅπου ἂν ἀπέλθω, ἐκεῖ μοι καλῶς ἔσται· καὶ γὰρ ἐνθάδε οὐ διὰ τὸν τόπον ἦν μοι καλῶς, ἀλλὰ διὰ τὰ δόγματα, ἃ μέλλω μετʼ ἐμαυτοῦ ἀποφέρειν. οὐδὲ γὰρ δύναταί τις ἀφελέσθαι αὐτά, ἀλλὰ ταῦτα μόνα ἐμά ἐστι καὶ ἀναφαίρετα καὶ ἀρκεῖ μοι παρόντα, ὅπου ἂν ὦ καὶ ὅ τι ἂν ποιῶ.

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
