Ancient Greek
4.64 to 4.72
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 4.64-72
Not analysed yet
ὡς μὲν οὖν ἁπλῶς, ἀκήκοας· σκέψαι δʼ αὐτὸ καὶ ἐκ τῶν ἐπὶ μέρους. τὸν ἐφιέμενόν τινος τῶν ἐπʼ ἄλλοις ὄντων ἐνδέχεται ἀκώλυτον εἶναι; —οὔ. —ἐνδέχεται ἀπαραπόδιστον; —οὔ. —οὐκοῦν οὐδʼ ἐλεύθερον. ὅρα οὖν· πότερον οὐδὲν ἔχομεν, ὃ ἐφʼ ἡμῖν μόνοις ἐστίν, ἢ πάντα ἢ τὰ μὲν ἐφʼ ἡμῖν ἐστιν, τὰ δʼ ἐπʼ ἄλλοις; —πῶς λέγεις; —τὸ σῶμα ὅταν θέλῃς ὁλόκληρον εἶναι, ἐπὶ σοί ἐστιν ἢ οὔ; —οὐκ ἐπʼ ἐμοί. —ὅταν δʼ ὑγιαίνειν; —οὐδὲ τοῦτο. —ὅταν δὲ καλὸν εἶναι; —οὐδὲ τοῦτο. —ζῆν δὲ καὶ ἀποθανεῖν; —οὐδὲ τοῦτο. —οὐκοῦν τὸ μὲν σῶμα ἀλλότριον, ὑπεύθυνον παντὸς τοῦ ἰσχυροτέρου. —ἔστω. —τὸν ἀγρὸν δʼ ἐπὶ σοί ἐστιν ἔχειν, ὅταν θέλῃς καὶ ἐφʼ ὅσον θέλεις καὶ οἷον θέλεις; —οὔ. —τὰ δὲ δουλάρια; —οὔ. —τὰ δʼ ἱμάτια; —οὔ. —τὸ δὲ οἰκίδιον; —οὔ. —τοὺς δʼ ἵππους; —τούτων μὲν οὐδέν. —ἂν δὲ τὰ τέκνα σου ζῆν θέλῃς ἐξ ἅπαντος ἢ τὴν γυναῖκα ἢ τὸν ἀδελφὸν ἢ τοὺς φίλους, ἐπὶ σοί ἐστιν; —οὐδὲ ταῦτα. πότερον οὖν οὐδὲν ἔχεις αὐτεξούσιον, ὃ ἐπὶ μόνῳ ἐστὶ σοί, ἢ ἔχεις τι τοιοῦτον; —οὐκ οἶδα. —ὅρα οὖν οὕτως καὶ σκέψαι αὐτό. μή τις δύναταί σε ποιῆσαι συγκαταθέσθαι τῷ ψεύδει; —οὐδείς. —οὐκοῦν ἐν μὲν τῷ συγκαταθετικῷ τόπῳ ἀκώλυτος εἶ καὶ ἀνεμπόδιστος. —ἔστω. —ἄγε, ὁρμῆσαι δέ σε ἐφʼ ὃ μὴ θέλεις τις δύναται ἀναγκάσαι; —δύναται. ὅταν γάρ μοι θάνατον ἢ δεσμὰ ἀπειλῇ, ἀναγκάζει μʼ ὁρμῆσαι. —ἂν οὖν καταφρονῇς τοῦ ἀποθανεῖν καὶ τοῦ δεδέσθαι, ἔτι αὐτοῦ ἐπιστρέφῃ; —οὔ. —σὸν οὖν ἐστιν ἔργον τὸ καταφρονεῖν θανάτου ἢ οὐ σόν; —ἐμόν. —σὸν ἄρα ἐστὶ καὶ τὸ ὁρμῆσαι ἢ οὔ; —ἔστω ἐμόν. —τὸ δʼ ἀφορμῆσαι τίνος; σὸν καὶ τοῦτο. —τί οὖν, ἂν ἐμοῦ ὁρμήσαντος περιπατῆσαι ἐκεῖνός με κωλύσῃ; —τί σου κωλύσει; μή τι τὴν συγκατάθεσιν; —οὔ· ἀλλὰ τὸ σωμάτιον. —ναί, ὡς λίθον. —ἔστω· ἀλλʼ οὐκέτι ἐγὼ περιπατῶ.