# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 4.64-72

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 4.64 to 4.72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/4.64

ὡς μὲν οὖν ἁπλῶς, ἀκήκοας· σκέψαι δʼ αὐτὸ καὶ ἐκ τῶν ἐπὶ μέρους. τὸν ἐφιέμενόν τινος τῶν ἐπʼ ἄλλοις ὄντων ἐνδέχεται ἀκώλυτον εἶναι; — οὔ. — ἐνδέχεται ἀπαραπόδιστον; — οὔ. — οὐκοῦν οὐδʼ ἐλεύθερον. ὅρα οὖν· πότερον οὐδὲν ἔχομεν, ὃ ἐφʼ ἡμῖν μόνοις ἐστίν, ἢ πάντα ἢ τὰ μὲν ἐφʼ ἡμῖν ἐστιν, τὰ δʼ ἐπʼ ἄλλοις; — πῶς λέγεις; — τὸ σῶμα ὅταν θέλῃς ὁλόκληρον εἶναι, ἐπὶ σοί ἐστιν ἢ οὔ; — οὐκ ἐπʼ ἐμοί. — ὅταν δʼ ὑγιαίνειν; — οὐδὲ τοῦτο. — ὅταν δὲ καλὸν εἶναι; — οὐδὲ τοῦτο. — ζῆν δὲ καὶ ἀποθανεῖν; — οὐδὲ τοῦτο. — οὐκοῦν τὸ μὲν σῶμα ἀλλότριον, ὑπεύθυνον παντὸς τοῦ ἰσχυροτέρου. — ἔστω. — τὸν ἀγρὸν δʼ ἐπὶ σοί ἐστιν ἔχειν, ὅταν θέλῃς καὶ ἐφʼ ὅσον θέλεις καὶ οἷον θέλεις; — οὔ. — τὰ δὲ δουλάρια; — οὔ. — τὰ δʼ ἱμάτια; — οὔ. — τὸ δὲ οἰκίδιον; — οὔ. — τοὺς δʼ ἵππους; — τούτων μὲν οὐδέν. — ἂν δὲ τὰ τέκνα σου ζῆν θέλῃς ἐξ ἅπαντος ἢ τὴν γυναῖκα ἢ τὸν ἀδελφὸν ἢ τοὺς φίλους, ἐπὶ σοί ἐστιν; — οὐδὲ ταῦτα. πότερον οὖν οὐδὲν ἔχεις αὐτεξούσιον, ὃ ἐπὶ μόνῳ ἐστὶ σοί, ἢ ἔχεις τι τοιοῦτον; — οὐκ οἶδα. — ὅρα οὖν οὕτως καὶ σκέψαι αὐτό. μή τις δύναταί σε ποιῆσαι συγκαταθέσθαι τῷ ψεύδει; — οὐδείς. — οὐκοῦν ἐν μὲν τῷ συγκαταθετικῷ τόπῳ ἀκώλυτος εἶ καὶ ἀνεμπόδιστος. — ἔστω. — ἄγε, ὁρμῆσαι δέ σε ἐφʼ ὃ μὴ θέλεις τις δύναται ἀναγκάσαι; — δύναται. ὅταν γάρ μοι θάνατον ἢ δεσμὰ ἀπειλῇ, ἀναγκάζει μʼ ὁρμῆσαι. — ἂν οὖν καταφρονῇς τοῦ ἀποθανεῖν καὶ τοῦ δεδέσθαι, ἔτι αὐτοῦ ἐπιστρέφῃ; — οὔ. — σὸν οὖν ἐστιν ἔργον τὸ καταφρονεῖν θανάτου ἢ οὐ σόν; — ἐμόν. — σὸν ἄρα ἐστὶ καὶ τὸ ὁρμῆσαι ἢ οὔ; — ἔστω ἐμόν. — τὸ δʼ ἀφορμῆσαι τίνος; σὸν καὶ τοῦτο. — τί οὖν, ἂν ἐμοῦ ὁρμήσαντος περιπατῆσαι ἐκεῖνός με κωλύσῃ; — τί σου κωλύσει; μή τι τὴν συγκατάθεσιν; — οὔ· ἀλλὰ τὸ σωμάτιον. — ναί, ὡς λίθον. — ἔστω· ἀλλʼ οὐκέτι ἐγὼ περιπατῶ.

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
