# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 4.73-81

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 4.73 to 4.81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/4.73

— τίς δέ σοι εἶπεν τὸ περιπατῆσαι σὸν ἔργον ἐστὶν ἀκώλυτον; ἐγὼ γὰρ ἐκεῖνο ἔλεγον ἀκώλυτον μόνον τὸ ὁρμῆσαι· ὅπου δὲ σώματος χρεία καὶ τῆς ἐκ τούτου συνεργείας, πάλαι ἀκήκοας, ὅτι οὐδέν ἐστι σόν. — ἔστω καὶ ταῦτα. — ὀρέγεσθαι δέ σε οὗ μὴ θέλεις τις ἀναγκάσαι δύναται; — οὐδείς. — προθέσθαι δʼ ἢ ἐπιβαλέσθαι τις ἢ ἁπλῶς χρῆσθαι ταῖς προσπιπτούσαις φαντασίαις; — οὐδὲ τοῦτο· ἀλλὰ ὀρεγόμενόν με κωλύσει τυχεῖν οὗ ὀρέγομαι. — ἂν τῶν σῶν τινος ὀρέγῃ καὶ τῶν ἀκωλύτων, πῶς σε κωλύσει; — οὐδαμῶς. — τίς οὖν σοι λέγει, ὅτι ὁ τῶν ἀλλοτρίων ὀρεγόμενος ἀκώλυτός ἐστιν; Ὑγείας οὖν μὴ ὀρέγωμαι;— μηδαμῶς, μηδʼ ἄλλου ἀλλοτρίου μηδενός. ὃ γὰρ οὐκ ἔστιν ἐπὶ σοὶ παρασκευάσαι ἢ τηρῆσαι ὅτε θέλεις, τοῦτο ἀλλότριόν ἐστιν. μακρὰν ἀπʼ αὐτοῦ οὐ μόνον τὰς χεῖρας, ἀλλὰ πολὺ πρότερον τὴν ὄρεξιν· εἰ δὲ μή, παρέδωκας σαυτὸν δοῦλον, ὑπέθηκας τὸν τράχηλον, ἂν θαυμάσῃς τῶν μὴ σῶν ᾧ τινι ἂν τῶν ὑπευθύνων καὶ θνητῶν προσπαθῇς. — ἡ χεὶρ οὐκ ἔστιν ἐμή; — μέρος ἐστὶ σόν, φύσει δὲ πηλός, κωλυτόν, ἀναγκαστόν, δοῦλον παντὸς τοῦ ἰσχυροτέρου. καὶ τί σοι λέγω χεῖρα; ὅλον τὸ σῶμα οὕτως ἔχειν σε δεῖ ὡς ὀνάριον ἐπισεσαγμένον, ἐφʼ ὅσον ἂν οἷόν τε ᾖ, ἐφʼ ὅσον ἂν διδῶται· ἂν δʼ ἀγγαρεία ᾖ καὶ στρατιώτης ἐπιλάβηται, ἄφες, μὴ ἀντίτεινε μηδὲ γόγγυζε. εἰ δὲ μή, πληγὰς λαβὼν οὐδὲν ἧττον ἀπολεῖς καὶ τὸ ὀνάριον. ὅταν δὲ πρὸς τὸ σῶμα οὕτως ἔχειν σε δέῃ, ὅρα, τί ἀπολείπεται περὶ τὰ ἄλλα, ὅσα τοῦ σώματος ἕνεκα παρασκευάζεται. ὅταν ἐκεῖνο ὀνάριον ᾖ, τἆλλα γίνεται χαλινάρια τοῦ ὀναρίου, σαγμάτια, ὑποδημάτια, κριθαί, χόρτος. ἄφες κἀκεῖνα, ἀπόλυε θᾶττον καὶ εὐκολώτερον ἢ τὸ ὀνάριον. καὶ ταύτην τὴν παρασκευὴν παρασκευασάμενος καὶ τὴν ἄσκησιν ἀσκήσας τὰ ἀλλότρια ἀπὸ τῶν ἰδίων διακρίνειν, τὰ κωλυτὰ ἀπὸ τῶν ἀκωλύτων, ταῦτα πρὸς σαυτὸν ἡγεῖσθαι, ἐκεῖνα μὴ πρὸς σαυτόν, ἐνταῦθα ἐπιστρόφως ἔχειν τὴν ὄρεξιν, ἐνταῦθα τὴν ἔκκλισιν, μή τι ἔτι φοβῇ τινα;

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
