# Deperditorum Librorum Reliquiae 118.29

Epicurus, Deperditorum Librorum Reliquiae, 118.29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epicurus/deperditorum-librorum-reliquiae/118.29
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/epicurus/deperditorum-librorum-reliquiae/118.29

nisi quod ἄλλω B | τοῦτο F | συμμετρώτερον Bf συμμετροῦμενον ἐκφάνειάν τε ὑπὲρ γῆς καὶ πάλιν ἐπιπροσθέτησιν τὸ προ-ειρημένον δύναίτ’ ἂν συντελεῖσθαι· οὐδὲ γὰρ τι τῶν φαινομένων ἀντιμαρτυρεῖ. Τὰς τε κινήσεις αὐτῶν οὐκ ἀδύνατον μὲν γίνεσθαι κατὰ τὴν τοῦ ὅλου οὐρανοῦ δίνην, ἢ τούτου μὲν στάσιν, αὐτῶν δὲ δίνην κατὰ τὴν ἐξ ἀρχῆς ἐν τῇ γενέσει τοῦ κόσμου ἀνάγκην ἀποτεγνηθεῖσαν ἐπ’ ἀνατολή· * * * τάτη θερμασία κατὰ τινὰ ἐπινέμησιν τοῦ πυρὸς ἀεὶ ἐπὶ τοὺς ἐξῆς τόπους ἰόντος. Τροπὰς ἡλίου καὶ σελήνης ἐνδέχεται μὲν γίνεσθαι κατὰ λύσεσιν οὐρανοῦ οὕτω τοῖς χρόνοις κατηναγκασμένου· ὁμοίως δὲ καὶ κατὰ ἀέρος ἀντέξεσιν ἢ καὶ ὕλης ἀεὶ ἐπι-τηδείας ἔχουέως ἐμπιπραμένης, τῆς δ’ ἐκλειπούσης· ἢ καὶ ἐξ ἀρχῆς τοιαύτην δίνην κατειληφέναι τοῖς ἀστροῖς τούτοις, ὥσθ’ οἷόν τιν’ ἕλικα κινεῖσθαι. πάντα γὰρ τὰ τοιαῦτα καὶ τὰ τούτοις συγγενῆ οὐθενὶ τῶν ἐναργημάτων διαφωνεῖ, ἐὰν τις ἀεὶ ἐπὶ τῶν τοιούτων μερῶν ἔχων τοῦ δυνατοῦ εἰς τὸ σύμφωνον τοῖς φαινομένοις ἕκαστον τούτων δύνηται ἐπάγειν, μὴ φοβούμενος τὰς ἀνδραποδώ-δεις ἀστρολόγων τεχνιτείας.

---

Epicurus, Deperditorum Librorum Reliquiae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003631.
