# Deperditorum Librorum Reliquiae 150.1-152.1

Epicurus, Deperditorum Librorum Reliquiae, 150.1 to 152.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epicurus/deperditorum-librorum-reliquiae/150.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/epicurus/deperditorum-librorum-reliquiae/150.1

139 ΕΠΙΚΟΥΡΟΥ ΚΥΡΙΑΙ ΔΟΞΑΙ I Τὸ μακάριον καὶ ἄφθαρτον οὔτε αὐτὸ πράγματα ἔχει οὔτε ἄλλῳ παρέχει, ὥστε οὔτε ὀργαῖς οὔτε χάρισι συνέχεται· ἐν ἀσθενεί γὰρ πᾶν τὸ τοιοῦτον. II Ὁ θάνατος οὐδὲν πρὸς ἡμᾶς· τὸ γὰρ διαλυθὲν ἀναισθητεῖ· τὸ δ’ ἀναισθητοῦν οὐδὲν πρὸς ἡμᾶς. 5 τὸ τοιοῦτον. ἐν ἄλλοις δὲ φησι τοὺς θεοὺς λόγῳ θεωρητούς, οὓς μὲν κατ’ ἀριθμὸν ὑφестώτας, οὓς δὲ κατὰ ὁμοειδείαν 10 ἐκ τῆς συνεχούς ἐπιρρύσεως τῶν ὁμοίων εἰδώλων ἐπὶ τὸ αὐτὸ ἀποτετελεσμένους, ἀνθρωποειδεῖς SCHOLION ὥστε] διό χάρισι] λύπαις θεωρητοὺς εἶναι ὁμοίων] ἰδίων III Ὄρος τοῦ μεγέθους τῶν ἡδονῶν ἢ παντὸς τοῦ ἀλγοῦντος ὑπεξαιρέσεις. ὅπου δ’ ἂν τὸ ἡδόμενον ἔνῃ, καθ’ ὃν ἂν χρόνον ἦ, οὐκ ἔστι τὸ ἀλγοῦν ἢ τὸ λυπούμενον ἢ τὸ συναμφότερον. IV Οὐ χρονίζει τὸ ἀλγοῦν συνεχῶς ἐν τῇ σαρκί, ἀλλὰ τὸ μὲν ἄκρον τὸν ἐλάχιστον χρόνων παρέστι, τὸ δὲ μόνον ὑπερτείνον τὸ ἡδόμενον κατὰ σάρκα οὐ πολλάς ἡμέρας συμβαίνει. αἱ δὲ πολυχρόνιοι τῶν ἀρρωστιῶν πλεονάζον ἔχουσι τὸ ἡδόμενον ἐν τῇ σαρκί ἢ περ τὸ ἀλγοῦν. V Οὐκ ἔστιν ἡδέως ζῆν ἄνευ τοῦ φρονίμως καὶ καλῶς καὶ δικαίως <οὐδὲ φρονίμως καὶ καλῶς καὶ δικαίως> ἄνευ τοῦ ἡδέως. ὅτω δ’ ἐν τούτων μὴ ὑπάρχει οἷον ζῆν φρονίμως, καὶ καλῶς καὶ δικαίως ὑπάρχει, οὐκ ἔστι τοῦτον ἡδέως ζῆν. VI Ἐνεκα τοῦ θαρρεῖν ἐξ ἀνθρώπων ἦν κατὰ φύσιν ἄγαθόν, ἐξ ὧν ἂν ποτε τοῦτο οἷός τ’ ἦ παρασκευάζεσθαι. 15 κατὰ φύσιν ἀρχῆς καὶ βασιλείας GLOSSEMA u. ἐξ ὧν 141 VII Ἐνδοξοὶ καὶ περίβλεπτοί τινες ἐβουλήθησαν γενέσθαι, τὴν ἐξ ἀνθρώπων ἀσφάλειαν οὕτω νομίζοντες περιποιήσεσθαι. ὥστε εἰ μὲν ἀσφαλὴς ὁ τῶν τοιούτων βίος, ἀπέλαβον τὸ τῆς φύσεως ἀγαθόν· εἰ δὲ μὴ ἀσφαλὴς, οὐκ ἔχουσιν οὐ ἕνεκα ἐξ ἀρχῆς κατὰ τὸ τῆς φύσεως οἰκεῖο· ὑρῆχθησαν.

---

Epicurus, Deperditorum Librorum Reliquiae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003631.
