# Deperditorum Librorum Reliquiae 160.17

Epicurus, Deperditorum Librorum Reliquiae, 160.17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epicurus/deperditorum-librorum-reliquiae/160.17
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/epicurus/deperditorum-librorum-reliquiae/160.17

F²f γρ P² ἔλαιον F¹ | τοῦλευτήσαντος F¹ | καταστροφήν F. LAERTIVS DIOGENES x 26 Γέγονε δὲ πολυγραφώτατος ὁ Ἐπίκουρος, πάντας ὑπερβαλλόμενος πλήθει βιβλίων. κύλινδροι μὲν γὰρ πρὸς τοὺς τριακοσίους εἰσί. γέγραπται δὲ μαρτύριον ἐξωθεν ἐν αὐτοῖς οὐδέν, ἀλλ’ αὐτοῦ εἰσὶν Ἐπικούρου φωναί. ἐξῆλου δὲ αὐτὸν Χρύσιππος ἐν πολυγραφίᾳ, καθά φησι Καρνεάδης παράσιτον αὐτοῦ τῶν βιβλίων ἀποκαλῶν· ‘εἰ γὰρ τι γράφαι ὁ Ἐπίκουρος, 27 φιλονεικεῖ τοσοῦτον γράφαι ὁ Χρύσιππος’· καὶ διὰ τοῦτο καὶ πολυλάκις ταῦτά γέγραφε καὶ τὸ ἐπελθόν, καὶ ἀδιόρθωτα εἶακε τῷ ἐπεῖγεσθαι, καὶ τὰ μαρτύρια τοσαῦτά ἐστιν ὡς ἐκείνων μόνων γέ- 10 μειν τὰ βιβλία, καθά περ καὶ παρὰ Ζήνυνι ἐστιν εὑρεῖν καὶ παρὰ Ἀριστοτέλει’. καὶ τὰ συγγράμματα μὲν Ἐπικούρῳ τοσαῦτα καὶ τηλικαῦτα. ὧν τὰ βελτίστα ἐστι τάδε·

---

Epicurus, Deperditorum Librorum Reliquiae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003631.
