# Deperditorum Librorum Reliquiae 258.19

Epicurus, Deperditorum Librorum Reliquiae, 258.19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epicurus/deperditorum-librorum-reliquiae/258.19
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/epicurus/deperditorum-librorum-reliquiae/258.19

καὶ πάντως φανταστὸν ἐστιν, ὃ οὐκ ἔνδέχεται ὄν φανταστὸν, μὴ ὑπάρχοι κατ’ ἀλήθειαν τοιούτον οἷον φαίνεται, ποιητικὸν φαν- τασίας καθεστάναι. καὶ ἐπὶ τῶν κατὰ μέρος τὸ παραπλήσιον χρὴ 204 λογίζεσθαι. τὸ γὰρ ὁρατὸν οὐ μόνον φαίνεται ὁρατὸν ἀλλὰ καὶ ἔστι τοιούτων ὁποῖον φαίνεται· καὶ τὸ ἀκουστὸν οὐ μόνον φαίνεται ἀκουστὸν ἀλλὰ καὶ ταῖς ἀληθείαις τοιούτων ὑπῆρχεν, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. γίνονται οὖν πᾶσαι αἱ φαντασίαι ἀληθεῖς, 5 καὶ κατὰ λόγον· εἰ γὰρ ἀληθὴς φαίνεται φαντασία, φασίν οἱ Ἐπι- 205 κούρειοι, ὅταν ἀπὸ ὑπάρχοντός τε καὶ κατ’ αὐτὸ τὸ ὑπάρχον γίνηται, πᾶσα δὲ φαντασία ἀπὸ ὑπάρχοντος τοῦ φανταστοῦ καὶ κατ’ αὐτὸ τὸ φανταστὸν συνίσταται, πᾶσα κατ’ ἀνάγκην φαντα- 9 σία ἐστὶν ἀληθής. ἐξαπατᾷ δὲ ἐνίους ἡ διαφορὰ τῶν ἀπὸ τοῦ αὐ- 206 τοῦ αἰσθητοῦ οἷον ὁρατοῦ δοκουσῶν προσπίπτειν φαντασιῶν, καθ’ ἣν ἢ ἀλλοιόχρουν ἢ ἀλλοιόσχμον ἢ ἄλλως πως ἐξηλλαγμένον φαίνεται τὸ ὑποκείμενον· ὑπενόησαν γὰρ ὅτι τῶν οὕτω διαφερουσῶν καὶ μαχομένων φαντασιῶν δεῖ τὴν μὲν τινὰ ἀληθῆ εἶναι, τὴν δ’ ἐκ τῶν ἐναντίων ψευδῆ τυγχάνειν. ὁ πέρ ἐστιν εὔθες καὶ 15 ἀνδρῶν μὴ συνορμῶντων τὴν ἐν τοῖς οὖσι φύσιν. οὐ γὰρ ὅλον 207 ὁρᾶται τὸ στερεμνίον, ἵνα ἐπὶ τῶν ὁρατῶν ποιώμεθα τὸν λόγον, ἀλλὰ τὸ χρώμα τοῦ στερεμνίου. τοῦ δὡ χρώματος τὸ μὲν ἐστιν ἐπ’ αὐτοῦ τοῦ στερεμνίου, καθά περ ἐπὶ τῶν σύνεγγυς καὶ ἐκ τοῦ μετρίου διαστήματος βλεπομένων· τὸ δ’ ἔκτος τοῦ στερεμνίου 20 κἂν τοῖς ἐφεξῆς τόποις ὑποκείμενον, καθά περ ἐπὶ τῶν ἐκ μακροῦ διαστήματος θεωρουμένων· τοῦτο δὲ ἐν τῷ μεταξὺ ἐξαλλαστόμενον καὶ ἴδιον ἀναδεχόμενον σχῆμα τοιαύτην ἀναδίδωσι φαντασίαν, ὁποῖον καὶ αὐτὸ κατ’ ἀλήθειαν ὑπόκειται. ὃν περ οὖν τρόπον οὔτε 208 ἢ ἐν τῷ κρουομένῳ χαλκώματι φωνὴ ἐξακούεται οὔτε ἢ ἐν τῷ 25 στόματι τοῦ κεκραγότος ἀλλ’ ἢ προσπίπτουσα τῇ ἡμετέρᾳ αἰσθήσει, καὶ ὡς οὐδεὶς φησι τὸν ἐξ ἀποστήματος μικρὰς ἀκούοντα φωνῆς ψευδῶς ἀκούειν, ἐπεὶ περ σύνεγγυς ἐλθὼν ὡς μείζονος ταύτης ἀντιλαμβάνεται, οὕτως οὐκ ἂν εἴποιμι ψεύδεσθαι τὴν ὄψιν, ὅτι ἐκ μακροῦ μὲν διαστήματος μικρὸν ὁρᾷ τὸν πύργον καὶ στρογ- 30 γύλον, ἐκ δὲ τοῦ σύνεγγυς μείζονα καὶ τετράγωνον, ἀλλὰ μᾶλλον ἀληθεύειν, ὅτι καὶ ὅτε φαίνεται μικρὸν αὐτὴ τὸ αἰσθητὸν καὶ τοι- 209 ουτόσχμον, ὄντως ἐστὶ μικρὸν καὶ τοιουτόσχμον, τῇ διὰ τοῦ ἀέρος φορᾷ ἀποθραυσμένων τῶν κατὰ τὰ εἴδωλα περάτων, καὶ ὅτε μέγα πάλιν καὶ ἀλλοιόσχμον, πάλιν ὁμοίως μέγα καὶ ἀλλοιό- 35 σχμον, ἤδη μέντοι οὐ τὸ αὐτὸ ἀμφότερα καθεστώς. τοῦτο γὰρ

---

Epicurus, Deperditorum Librorum Reliquiae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003631.
