# Deperditorum Librorum Reliquiae 264.10

Epicurus, Deperditorum Librorum Reliquiae, 264.10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epicurus/deperditorum-librorum-reliquiae/264.10
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/epicurus/deperditorum-librorum-reliquiae/264.10

οὔδὲ γινώσκει λεγομένους ὑφ’ ἑτέρων. οἱ γὰρ εἰδώλου προσπίπτον- τος ἡμῖν περιφερούς, ἑτέρου δὲ κεκλασμένου τὴν μὲν αἴσθησιν ἀληθῶς τυπουσθαι λέγοντες, προσανοφαίνεσθαι δὲ οὐκ ἔντες ὅτι στρογγύλος ὁ πύργος ἐστίν, ἡ δὲ κῶπη κέκλασται, τὰ πάθη τὰ αὐτῶν καὶ τὰ φαντάσματα βεβαιοῦσι, τὰ δ᾽ ἐκτὸς οὕτως ἔχειν ὁμολογεῖν οὐκ θέλουσιν . . . . τὸ γὰρ εἴδωλον ὑφ᾽ οὐ πέπτονθεν ἡ ὤψ, κεκλασμένον ἐστίν· ἡ κῶπη δέ, ἀφ᾽ ἧς τὸ εἴδωλον, οὐκ ἐστι κεκλασμένη· διαφορὰν οὖν τοῦ πάθους πρὸς τὸ ὑποκείμενον ἐκτὸς ἔχοντος, ἡ μένειν ἐπὶ τοῦ πάθους δεῖ τὴν πίστιν ἡ τὸ εἶναι τῷ φαίνεσθαι προσανοφαινομένην ἐλέγχεσθαι. τὸ δὲ δή βοᾶν αὐτοὺς καὶ ἀγανακτεῖν ὑπὲρ τῆς αἰσθήσεως, οὐ λέγουσι τὸ ἐκτὸς εἶναι θερμόν, ἀλλὰ τὸ ἐν αὐτῇ πάθος γεγενῆναι τοιούτον, ἀφ᾽ οὐ ταὐτόν ἐστι τῷ λεγομένῳ περὶ τῆς γεύσεως, ὅτι τὸ ἐκτὸς οὐ φησιν εἶναι γλυκύ, πάθος δέ τι καὶ κίνημα περὶ αὐτὴν γεγενῆναι τοιούτον; ὁ δὲ λέγων ἀνθρωποειδὴ φαντασίαν λαμβάνειν, εἰ δὲ ἄνθρωπός ἐστι μὴ αἰσθάνεσθαι πόθεν εἴληφε τὰς ἀφορμάς; οὐ παρὰ τῶν λεγόντων καμπυλοειδὴ φαντασίαν λαμβάνειν, εἰ δὲ καμπύλον ἐστι μὴ προσανοφαίνεσθαι τὴν ὤψιν μὴδ᾽ ὅτι στρογγύλον, ἀλλ᾽ ὅτι φάντασμα περὶ αὐτὴν καὶ τύπωμα στρογγυλοειδὲς γέγονε; Νὴ Δία, φήσει τις, ἀλλ᾽ ἐγὼ τῷ πύργῳ προσελθὼν καὶ τῆς κώπης ἀμᾶμενος ἀποφανοῦμαι τὴν μὲν εὐθείαν εἶναι, τὸν δὲ πολυγώνον· ἐκεῖνος δὲ κἂν ἐγγὺς γένηται, τὸ δοκεῖν καὶ τὸ φαίνεσθαι, πλέον δὲ οὐδὲν ὁμολογήσει. Ναὶ μὰ Δία σοῦ γε μᾶλλον, ὦ βέλτιστε, τὸ ἀκόλουθον ὁρῶν καὶ φυλάττων, τὸ πᾶσαν εἶναι φαντασίαν ὁμοίως ἀξιόπιστον ὑπὲρ ἑαυτῆς, ὑπὲρ ἄλλου δὲ μηδεμίαν, ἀλλ᾽ ἐπ᾽ ἴσης ἔχειν· σοὶ δὲ οἴχεται τὸ πᾶσας ὑπάρχειν ἀληθεῖς, ἀπίστον δὲ καὶ ψευδὴ μηδεμίαν, εἰ ταύταις μὲν οἴει δεῖν προσανοφαίνεσθαι περὶ τῶν ἐκτὸς, ἐκείναις δὲ τοῦ πάσχειν πλέον οὐδὲν ἐπίστευες. εἰ μὲν γὰρ ἐπ᾽ ἴσης ἔχουσιν ἐγγὺς γενόμεναι ἡ μακρὰν οὖσαι πρὸς πίστιν, ἡ πᾶσας δικαῖόν ἐστιν ἡ μηδὲ ταύταις ἐπεσθαι τὴν προσανοφαινομένην τὸ εἶναι κρίσιν· εἰ δὲ γίνεται διαφορὰ τοῦ πάθους ἀποστάσι καὶ ἐλθοῦσι, ψευδὸς ἐστι τὸ μήτε φαντασίαν μήτε αἴσθησιν ἑτέραν ἐναργεστέραν ὑπάρχειν. καθά περ ἂς λέγουσιν ἐπιμαρτυρήσεις καὶ ἀντιμαρτυρήσεις οὐδὲν εἰσὶ πρὸς τὴν αἴσθησιν ἀλλὰ πρὸς

---

Epicurus, Deperditorum Librorum Reliquiae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003631.
